← 普鲁塔克

小加图传

§19.1-19.5

勤勉履职元老院与遏制克劳狄乌斯

加图勤勉出席元老院会议,坚拒政敌的调离企图,并在击退克劳狄乌斯的专横后赢得极高声望,使自己的名字成为正直与严谨的代名词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

εἰς δὲ σύγκλητον εἰσῄει τε πρῶτος καὶ τελευταῖος ἀπηλλάττετο· πολλάκις δὲ τῶν ἄλλων σχολῇ συναγομένων καθεζόμενος ἀνεγίνωσκεν ἡσυχῇ, τὸ ἱμάτιον τοῦ βιβλίου προϊσχόμενος.1 ἀπεδήμησε δὲ οὐδέποτε βουλῆς γενομένης, ἐπεὶ δὲ ὕστερον οἱ περὶ Πομπήϊον ἑώρων αὐτὸν ἐν οἷς ἐσπούδαζον ἀδίκως ἀμετάπειστον καὶ δυσεκβίαστον ἀεί, διεμηχανῶντο φιλικαῖς τισι συνηγορίαις ἢ διαίταις ἢ πραγματείαις ἔξω περισπᾶν. συνεὶς οὖν ταχὺ τὴν ἐπιβουλὴν ἀπεῖπε πᾶσι καὶ παρετάξατο βουλῆς ἀγομένης μηδὲν ἄλλο πράττειν.

他总是第一个进入元老院,最后一个离开;常常在其他人姗姗来迟时,他便坐着静静阅读,用外衣遮挡在书本前面。凡逢元老院开会,他绝不离开罗马城。后来,庞培一党见他在他们不正当营求的事情上始终不肯让步、难以胁迫,便设法利用代为出庭、仲裁纷争或受托事务等人情差使将他调离。加图迅速看穿了这一阴谋,拒绝了所有人,并立下规矩:元老院开会之时绝不办理任何其他事务。

§19.2

οὔτε γὰρ δόξης χάριν οὔτε πλεονεξίας οὔτε αὐτομάτως καὶ κατὰ τύχην, ὥσπερ ἕτεροί τινες, ἐμπεσὼν εἰς τὸ πράττειν τὰ τῆς πόλεως, ἀλλʼ ὡς ἴδιον ἔργον ἀνδρὸς ἀγαθοῦ τὴν πολιτείαν ἑλόμενος, μᾶλλον ᾤετο δεῖν προσέχειν τοῖς κοινοῖς ἢ τῷ κηρίῳ τὴν μέλιτταν, ὅς γε καὶ τὰ τῶν ἐπαρχιῶν πράγματα καὶ δόγματα καὶ κρίσεις καὶ πράξεις τὰς μεγίστας ἔργον πεποίητο διὰ τῶν ἑκασταχόθι ξένων καὶ φίλων πέμπεσθαι πρὸς αὐτόν.

因为他投身国政,既非为了声名,亦非为了私利,更非像某些人那样出于偶然和巧合,而是将政治视为善人固有的职责;他认为自己对公共事务的关注,应当胜过蜜蜂对待蜂巢。他甚至通过各地的宾友和熟人,将行省的要务、法令、判决以及最重要的行政措施,悉数汇送至自己手中,以此为己任。

§19.3

ἐνστὰς δέ ποτε Κλωδίῳ τῷ δημαγωγῷ κινοῦντι καὶ ταράττοντι μεγάλων ἀρχὰς νεωτερισμῶν καὶ διαβάλλοντι πρὸς τὸν δῆμον ἱερεῖς καὶ ἱερείας, ἐν οἷς καὶ Φαβία Τερεντίας ἀδελφὴ, τῆς Κικέρωνος γυναικὸς, ἐκινδύνευσε, τὸν μὲν Κλώδιον αἰσχύνῃ περιβαλὼν ἠνάγκασεν ὑπεκστῆναι τῆς πόλεως, τοῦ δὲ Κικέρωνος εὐχαριστοῦντος, τῇ πόλει δεῖν ἔχειν ἔφη χάριν αὐτόν, ὡς ἐκείνης ἕνεκα πάντα ποιῶν καὶ πολιτευόμενος.

有一次,煽惑民众的克劳狄乌斯图谋并策动重大动乱的开端,向民众诬陷祭司与女祭司——其中西塞罗之妻泰伦提娅的姐妹法比娅亦身陷险境——加图挺身对抗,使克劳狄乌斯蒙受羞辱,被迫退避离城。当西塞罗向他致谢时,加图表示西塞罗应当感激城邦,因为自己所做的一切以及从政之举,皆是全心为了城邦。

§19.4

ἐκ τούτου μεγάλη δόξα περὶ αὐτὸν ἦν, ὥστε ῥήτορα μὲν, δίκῃ τινὶ μαρτυρίας μιᾶς φερομένης, εἰπεῖν πρὸς τοὺς δικαστάς ὡς ἑνὶ μαρτυροῦντι προσέχειν, οὐδὲ Κάτωνι, καλῶς ἔχει,2 πολλοὺς δὲ ἤδη περὶ τῶν ἀπίστων καὶ παραδόξων, ὥσπερ ἐν παροιμίᾳ τινὶ, λέγειν ὅτι τοῦτο μὲν οὐδὲ Κάτωνος λέγοντος πιθανόν ἐστι.

由此,他的声望极大,以至于在一场诉讼中仅提出一名证人时,有位辩论家对审判官们说,只听信一个人的证词是不妥当的,哪怕那是加图;更有许多人在谈及难以置信与荒谬之事时,如同引用谚语一般说道:“这事即使是加图说的,也不可信。”

§19.5

μοχθηροῦ δὲ ἀνθρώπου καὶ πολυτελοῦς λόγον ἐν συγκλήτῳ διαθεμένου πρὸς εὐτέλειαν καὶ σωφρονισμόν ἐπαναστὰς Ἀμναῖος, ὦ ἄνθρωπε, εἶπε, τίς ἀνέξεταί σου δειπνοῦντος μὲν ὡς Λευκόλλου,3 οἰκοδομοῦντος δὲ ὡς Κράσσου, δημηγοροῦντος δὲ ἡμῖν ὡς Κάτωνος; καὶ τῶν ἄλλων δὲ τοὺς φαύλους καὶ ἀκολάστους, τοῖς λόγοις δὲ σεμνοὺς καὶ αὐστηρούς χλευάζοντες ἐκάλουν Κάτωνας.

当一个品行恶劣且挥霍无度之人在元老院发表关于节俭与自律的演说时,阿姆奈乌斯站起身说道: “喂,我说你, 谁能忍受你吃喝如同卢库鲁斯,造屋如同克拉苏,却像加图一样对我们大发训诫呢?” 对于其他人中那些品行下劣放纵、言谈却道貌岸然严苛之人,人们也常常嘲讽地称他们为“加图们”。

语法注3 条
  1. 19.1τὸ ἱμάτιον τοῦ βιβλίου προϊσχόμενος

    动词中动态分词 προϊσχόμενος(在身前举起、伸出)支配其直接宾语宾格(τὸ ἱμάτιον),并附带表示被遮挡对象的属格(τοῦ βιβλίου),意为“将外衣遮挡在书本前面”。

  2. 19.4οὐδὲ Κάτωνι, καλῶς ἔχει

    非人称结构 καλῶς ἔχει 后接不定词 προσέχειν,与否定词 οὐδέ 结合,表达“听信……是不妥的”规范判断。οὐδέ 修饰 ἑνὶ μαρτυροῦντι,起让步性同位强调作用(“哪怕是加图”),以此强调法庭上孤证不足为凭的原则。

  3. 19.5δειπνοῦντος μὲν ὡς Λευκόλλου

    分词 δειπνοῦντος 与由动词 ἀνέχομαι 支配的属格补足语 σου 一致。比较连接词 ὡς 引导的比较对象 Λευκόλλου 受 σου δειπνοῦντος 的同化而采用属格(简缩比较),相当于 ὡς Λευκόλλου [δειπνοῦντος]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:19.1-19.5