← 普鲁塔克

小加图传

§2.1-2.6

抗拒同盟者威胁与童年轶事

在同盟者战争前夕,加图在受到客人悬空威胁时仍坚拒为同盟者说情,并在儿童法庭游戏中救出被关押的孩子,早早展现出不屈的气魄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἔτι δὲ παιδὸς τοῦ Κάτωνος ὄντος ἔπραττον οἱ σύμμαχοι τῶν Ῥωμαίων ὅπως μεθέξουσι τῆς ἐν Ῥώμῃ πολιτείας· καί τις Πομπαίδιος Σίλλων, ἀνὴρ πολεμικὸς καί μέγιστον ἔχων ἀξίωμα, τοῦ δὲ Δρούσου φίλος, κατέλυσε παρʼ αὐτῷ πλείονας ἡμέρας, ἐν αἷς γεγονὼς τοῖς παιδίοις συνήθης, ἄγε, εἶπεν, ὅπως ὑπὲρ ἡμῶν δεήσεσθε1 τοῦ θείου συναγωνίσασθαι περὶ τῆς πολιτείας.

在加图还是个孩子的时候,罗马的同盟者正谋求获得罗马的公民权;一位名叫彭派狄乌斯·西洛的人——此人长于战事,享有极高威望,且是德鲁苏斯的朋友——在德鲁苏斯家留宿了多日,在此期间他与孩子们混熟了,“来吧,”他说,“务必替我们请求你们的舅父,在公民权的问题上一同出力争取。”

§2.2

ὁ μὲν οὖν Καιπίων διαμειδιάσας ἐπένευσε, τοῦ δὲ Κάτωνος οὐδὲν ἀποκριναμένου καί βλέποντος εἰς τοὺς ξένους ἀτενὲς καί βλοσυρόν, ὁ Πομπαίδιος, σὺ δέ, εἶπεν, ἡμῖν, ὦ νεανία, τί λέγεις; οὐχ οἷος εἶ τοῖς ξένοις συλλαμβάνεσθαι πρὸς τὸν θεῖον, ὥσπερ ὁ ἀδελφός;

于是凯皮奥微笑着点头应允,但加图却一言不发,神情严肃而严峻地凝视着客人们,“而你呢,”彭派狄乌斯便说,“年轻人,你对我们怎么说?难道你不能像你兄弟那样,在舅父面前帮一帮客人们吗?”

§2.3

μὴ φθεγγομένου δὲ τοῦ Κάτωνος, ἀλλὰ τῇ σιωπῇ καί τῷ προσώπῳ δοκοῦντος ἀπολέγεσθαι τὴν δέησιν, ἀράμενος αὐτὸν ὁ Πομπαίδιος ὑπὲρ θυρίδος ὡς ἀφήσων ὁμολογεῖν ἐκέλευεν ἢ ῥίψειν ἔφασκεν, ἅμα τῇ τε φωνῇ τραχυτέρᾳ χρώμενος καί ταῖς χερσὶν ἀπηρτημένον τὸ σῶμα πολλάκις ὑπὲρ τῆς θυρίδος κραδαίνων.

加图依然不发一语,神色与沉默间俨然是在拒绝这一请求,于是彭派狄乌斯将他抱起悬在窗外,装作要放手的样子命令他应允,否则便扬言要将他摔下去,同时声音变得极为粗暴,双手多次晃动他悬挂在窗外的身体。

§2.4

ἐπεὶ δὲ πολὺν χρόνον οὕτω διεκαρτέρησεν ὁ Κάτων ἀνέκπληκτος καί ἀδεής, καταθέμενος αὐτὸν Πομπαίδιος ἡσυχῇ πρὸς τοὺς φίλους εἶπεν· οἷον εὐτύχημα τῆς Ἰταλίας ὅτι παῖς οὗτός ἐστιν· εἰ δὲ ἀνὴρ ἦν, μίαν οὐκ ἂν οἶμαι ψῆφον ἡμῖν ἐν τῷ δήμῳ γίνεσθαι.2

然而加图就这样坚持了很久,毫无惧色,亦不惊恐,彭派狄乌斯便将他放了下来,悄悄对朋友们说: “这孩子还是个幼童,对意大利而言是何等的幸事!如果他已是个成年男子,我认为在民众大会上一票也不会投给我们。”

§2.5

πάλιν δὲ συγγενοῦς τινος ἐν γενεθλίοις καλέσαντος ἐπὶ δεῖπνον ἄλλους τε παῖδας καί τοὺς περὶ Κάτωνα, σχολὴν ἄγοντες ἔν τινι μέρει τῆς οἰκίας ἔπαιζον αὐτοὶ καθʼ ἑαυτοὺς ἀναμεμιγμένοι νεώτεροι καί πρεσβύτεροι, τὸ δὲ παιζόμενον ἦν δίκαι3 καί κατηγορίαι καί ἀγωγαὶ τῶν ἁλισκομένων.

又有一次,一位亲戚在过生日时邀请其他孩子以及加图一行前去赴宴,他们在宅院的一隅闲居歇息,年幼者与年长者混杂在一起自己玩耍;玩的游戏是法庭审判、控告以及押送定罪之人。

§2.6

εἷς οὖν τῶν ἑαλωκότων παίδων εὐπρεπὴς τὴν ὄψιν ὑπὸ πρεσβυτέρου παιδὸς ἀχθεὶς εἴς τι δωμάτιον καί εἱρχθείς ἐπεκαλεῖτο τὸν Κάτωνα, ταχὺ δὴ τὸ γινόμενον συνεὶς ἧκεν ἐπὶ τὰς θύρας ὁ Κάτων, καί διωσάμενος τοὺς προεστῶτας καί διακωλύοντας ἐξήγαγε τὸν παῖδα· καί μετʼ ὀργῆς ἔχων ἀπῆλθεν οἴκαδε, καί παῖδες ἕτεροι συνηκολούθησαν.

被定罪的孩子中有一位面容姣好者,被一个年长的孩子带进一间小屋关押起来,便大声向加图呼救。加图敏锐地察知发生了何事,立刻赶到门前,推开挡在前面阻止的人,将那个孩子救了出来;他愤怒地带着那孩子径直回了家,其他孩子们也都跟随着他离去。

语法注3 条
  1. 2.1ὅπως ὑπὲρ ἡμῶν δεήσεσθε

    在感叹词 ἄγε 之后,ὅπως 接将来时直陈语气(δεήσεσθε)构成表示命令、敦促或劝告的独立从句用法(“务必请……”、“切记要……”)。

  2. 2.4μίαν οὐκ ἂν οἶμαι ψῆφον ἡμῖν ἐν τῷ δήμῳ γίνεσθαι

    与前面的非真实条件从句 εἰ δὲ ἀνὴρ ἦν 相呼应的间接引语表达。受插入谓语 οἶμαι 管辖,原本反事实结论句中的 ἄν 加过去直陈语气(οὐκ ἂν ἐγίνετο)转换为 ἄν 加现在时不定式(γίνεσθαι)。

  3. 2.5τὸ δὲ παιζόμενον ἦν δίκαι

    主语为中性单数分词实质化短语 τὸ παιζόμενον(“所玩的游戏”)。尽管表语包含 δίκαι 等一系列复数名词,系动词仍与主语的单数保持一致,采用未完成过去时第三人称单数 ἦν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:2.1-2.6