- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:1.1-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了加图的家世渊源及作为孤儿在外舅德鲁苏斯家抚养长大的背景,展现了他自幼坚毅不移的性格、在求学上接受迟缓但记忆牢固的特点,以及对家庭教师萨尔佩冬的好问态度。
Κάτωνι δὲ τὸ μὲν γένος ἀρχὴν ἐπιφανείας ἔλαβε καὶ δόξης ἀπὸ τοῦ προπάππου Κάτωνος, ἀνδρὸς ἐν δόξῃ καὶ δυνάμει μάλιστα Ῥωμαίων γενομένου διʼ ἀρετήν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, κατελείφθη δὲ γονέων ὀρφανὸς μετʼ ἀδελφοῦ Καιπίωνος καὶ Πορκίας ἀδελφῆς. ἦν δὲ καὶ Σερβιλία Κάτωνος ὁμομήτριος ἀδελφή. καὶ πάντες οὗτοι παρὰ Λιβίῳ Δρούσῳ τροφὴν καὶ δίαιταν εἶχον, θείῳ μὲν ὄντι πρὸς μητρός, ἄγοντι δὲ τὴν πολιτείαν τότε· καὶ γὰρ εἰπεῖν δεινότατος ἦν, καὶ τἆλλα σώφρων ἀνὴρ ἐν τοῖς μάλιστα, καὶ φρονήματος οὐδενὶ Ῥωμαίων ὑφιέμενος.1
至于加图,他的家族从曾祖父加图那里获得了显赫与名望的发端,正如关于其生平的著作中所记述的那样,这位曾祖父因美德而在罗马人中声望与权势皆冠绝一时;但他却与兄弟凯皮奥以及姐妹波尔基娅一同成了失去双亲的孤儿。塞尔维莉娅也是加图的同母姐妹。他们所有人都寄养在母舅利维乌斯·德鲁苏斯家中生活,德鲁苏斯当时正主持国政;因为他不仅极善辞令,在其他方面亦是无比沉稳节制之人,在志气气概上不逊于任何罗马人。
λέγεται δὲ Κάτων εὐθὺς ἐκ παιδίου τῇ τε φωνῇ καὶ τῷ προσώπῳ καὶ ταῖς περὶ τὰς παιδιὰς διατριβαῖς ἦθος ὑποφαίνειν ἄτρεπτον καὶ ἀπαθὲς καὶ βέβαιον ἐν πᾶσιν. ἰσχύν τε γὰρ εἶχον αὐτοῦ παρʼ ἡλικίαν τελεσιουργὸν αἱ ὁρμαί, καὶ τοῖς κολακεύουσι τραχὺς ὢν καὶ προσάντης, ἔτι μᾶλλον ἐκράτει τῶν ἐκφοβούντων. ἦν δὲ καὶ πρὸς γέλωτα κομιδῇ δυσκίνητος, ἄχρι μειδιάματος σπανίως τῷ προσώπῳ διαχεόμενος, καὶ πρὸς ὀργὴν οὐ ταχὺς οὐδὲ ὀλισθηρός, ὀργισθεὶς δὲ δυσπαραίτητος.
据说加图自幼年起,无论在声音、神情,还是在嬉戏玩乐的举止上,都表现出在一切事上不屈不挠、不为情感所动且坚定不移的气度。因为他的冲动具有超越年龄的贯彻之力,对谄媚之人严峻生硬,更能压倒企图恐吓他的人。他也极难被逗笑,脸上极少舒展哪怕一丝微笑;对待愤怒既不急躁也不易失控,然而一旦动怒便难以消解。
ὡς οὖν εἰς τὸ μανθάνειν ἧκε, νωθρὸς ἦν ἀναλαβεῖν καὶ βραδύς, ἀναλαβὼν δὲ κάτοχος καὶ μνημονικός, ὃ δὴ καὶ πέφυκεν ἄλλως, τοὺς μὲν εὐφυεῖς ἀναμνηστικοὺς μᾶλλον εἶναι, μνημονικοὺς δὲ τοὺς μετὰ πόνου καὶ πραγματείας παραδεχομένους·2 γίνεται γὰρ οἷον ἔγκαυμα τῆς ψυχῆς τῶν μαθημάτων ἕκαστον.
因此,当他到了求学受教的年纪,他在领会方面显得笨拙而迟缓,可一旦领会便能牢固把握、长久铭记——这在普遍天性上也确乎如此:资质颖异之人更长于回忆,而通过辛劳与刻苦接受知识之人则长于持久记忆;因为每一门学问都如同在灵魂上烙下的印记。
ἔοικε δὲ καὶ τὸ δύσπειστον τῷ Κάτωνι ποιεῖν ἐργωδεστέραν τὴν μάθησιν· πάσχειν γάρ τι τὸ μανθάνειν ἀτεχνῶς ἐστι, καὶ τὸ πείθεσθαι ταχὺ τοῖς ἧττον ἀντέχειν δυναμένοις συμβέβηκε. διὸ πείθονται μᾶλλον νέοι γερόντων καὶ νοσοῦντες ὑγιαινόντων, καὶ ὅλως ἐν οἷς τὸ ἀποροῦν ἀσθενέστατόν ἐστι, ῥᾷστον τὸ προστιθέμενον.3
看来不易被说服的性格也让加图的学习变得更加费力;因为求学完全是一种被动的承受,而迅速被说服则往往发生在较缺乏抗拒能力的人身上。正因如此,年轻人比老年人更容易被说服,患病者比健康人更容易被说服,大抵凡是起疑与困惑能力最弱的地方,接受附和也就最容易。
τῷ μέντοι παιδαγωγῷ τὸν Κάτωνα πείθεσθαι μὲν λέγουσι καὶ ποιεῖν ἅπαν τὸ προσταττόμενον, ἑκάστου δὲ τὴν αἰτίαν ἀπαιτεῖν καὶ τὸ διὰ τί πυνθάνεσθαι. καὶ γὰρ ἦν χαρίεις ὁ παιδαγωγὸς αὐτοῦ καὶ λόγον ἔχων τοῦ κονδύλου προχειρότερον, ὄνομα Σαρπηδών.
然而,据说加图对他的家庭教师十分顺从,奉行一切吩咐,但每一件事都要求讲明缘由,追问“为什么”。因为他的家庭教师为人温和文雅,比起拳头来,言语更为随手可用,其名叫萨尔佩冬。
- 1.1φρονήματος οὐδενὶ Ῥωμαίων ὑφιέμενος
中动词 ὑφίεμαι(退让、屈服)支配表示范围的属格(φρονήματος,志气、自尊)与表示对象的人称与格(οὐδενὶ),构成惯用结构,意为“在气概上不向任何罗马人退让”。
- 1.3τοὺς μὲν εὐφυεῖς ἀναμνηστικοὺς μᾶλλον εἶναι, μνημονικοὺς δὲ τοὺς μετὰ πόνου καὶ πραγματείας παραδεχομένους
在对偶结构(τοὺς μὲν... τοὺς δὲ...)中,作者对 ἀναμνηστικός(善于回忆、能重新想起)与 μνημονικός(长于持久记忆、牢固保持)作了辨析。前者对应天资敏捷者(εὐφυεῖς),后者对应辛劳接收者(τοὺς μετὰ πόνου... παραδεχομένους)。
- 1.4ἐν οἷς τὸ ἀποροῦν ἀσθενέστατόν ἐστι, ῥᾷστον τὸ προστιθέμενον
使用了中性分词名词化表示抽象概念的句式:τὸ ἀποροῦν 指“怀疑、产生困惑并审视的能力”,而 τὸ προστιθέμενον 则指“附和、给予赞同”,后半句省略了系动词 ἐστί。整句陈述了一个普遍原则,即在存疑思辨能力最薄弱的地方,盲从同意最易发生。
