- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:3.1-3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
少年加图在同龄人中极具威望,被推选为“特洛伊”操演的领袖,并在目睹苏拉的恐怖统治时表露出刺杀独裁者之意。文中还记述了他对兄长凯皮奥非同寻常的深厚情义以及自幼清肃严苛的生活作风。
οὕτω δʼ ἦν περιβόητος ὥστʼ, ἐπειδὴ Σύλλας τὴν παιδικὴν καὶ ἱερὰν ἱπποδρομίαν, ἣν καλοῦσι Τροίαν, ἐπὶ θέᾳ διδάσκων καὶ συναγαγὼν τοὺς εὐγενεῖς παῖδας ἀπέδειξεν ἡγεμόνας δύο, τὸν μὲν ἕτερον οἱ παῖδες ἐδέξαντο διὰ τὴν μητέρα Μετέλλης γὰρ ἦν υἱός, τῆς Σύλλα γυναικός, τὸν δὲ ἕτερον, ἀδελφιδοῦν ὄντα Πομπηΐου, Σέξτον, οὐκ εἴων οὐδὲ ἐβούλοντο μελετᾶν οὐδὲ ἕπεσθαι, πυνθανομένου δὲ τοῦ Σύλλα τίνα βούλοιντο, πάντες ἐβόησαν Κάτωνα, καὶ ὅ γε Σέξτος αὐτὸς εἴξας παρῆκεν ὡς κρείττονι τὴν φιλοτιμίαν.
他名声大噪,以至于当苏拉为供人观赏而训练被称为“特洛伊”的男童神圣马术操演,并召集贵族子弟任命了两位领队时,孩子们接受了其中一人是因其母亲的缘故(因为他是苏拉之妻梅特拉的儿子),但对于另一人——庞培的外甥塞克斯图斯——他们既不容许,也不愿受其训练或追随他;当苏拉询问他们想要谁时,众人齐声高呼: “加图!” 而塞克斯图斯本人也退让,把这一殊荣让给了他,视他为更胜一筹者。
ἔτυχε δὲ καὶ φίλος ὢν ὁ Σύλλας πατρικὸς αὐτοῖς, καί ποτε καὶ προσηγάγετο καὶ προσωμίλησεν, ὀλίγοις πάνυ νέμων τὴν τοιαύτην φιλοφροσύνην, διὰ βάρος καὶ ὄγκον ἧς εἶχεν ἀρχῆς καὶ δυνάμεως, μέγα δὴ ποιούμενος ὁ Σαρπηδὼν τοῦτο πρὸς τιμὴν ἅμα καὶ ἀσφάλειαν, ἦγεν ἀσπασόμενον τὸν Κάτωνα συνεχῶς εἰς τὴν οἰκίαν τοῦ Σύλλα, μηδὲν τότε προσιδεῖν ἀσεβῶν χώρου διαφέρουσαν,1 ὑπὸ πλήθους τῶν ἀγομένων καὶ στρεβλουμένων.
恰巧苏拉也是他们父辈的朋友,有时也会接见并同他们交谈;由于苏拉身居要职并握有大权,其威严与分量使他极少向人施予此类亲切之谊。因此,萨佩冬认为这不仅关乎荣誉,亦关乎安全,极其重视此事,便常常带着加图前往苏拉家中致意。当时苏拉的宅邸因大批被押送受刑之人的聚集,在外观上与罪恶之徒的冥府炼狱毫无二致。
ἦν μὲν οὖν ἔτος ἐκεῖνο τῷ Κάτωνι τεσσαρεσκαιδέκατον ἰδὼν δὲ κεφαλὰς ἐπιφανῶν ἀνδρῶν λεγομένων ἐκκομιζομένας, καὶ κρύφα τοὺς παρόντας ἐπιστένοντας, ἠρώτησε τὸν παιδαγωγόν ὅ τι δὴ τοῦτον τὸν ἄνθρωπον οὐδεὶς ἀποκτίννυσιν. εἰπόντος δὲ ἐκείνου, φοβοῦνται γὰρ αὐτὸν, ὦ παῖ, μᾶλλον, ἢ μισοῦσι, τί οὖν, εἶπεν, οὐκ ἐμοὶ ξίφος ἔδωκας, ἵνα αὐτὸν ἀνελὼν ἀπήλλαξα δουλείας τὴν πατρίδα;2
加图当时正值十四岁;他看见据称身份显赫之人的头颅被运出,在场的人暗自叹息,便询问他的家庭教师,为何竟没有一个人去杀死这个家伙。家庭教师回答道: “孩子啊,因为他们害怕他胜过仇恨他。” 加图便说: “那么,你为何不给我一把剑,好让我除掉他,使祖国摆脱奴役呢?”
τοῦτον τὸν λόγον ἀκούσας ὁ Σαρπηδών, ἅμα δὲ καὶ τὸ βλέμμα καὶ τὸ πρόσωπον αὐτοῦ πιμπλάμενον ὀργῆς καὶ μένους κατιδών, οὕτως ἔδεισεν ὥστε τὸ λοιπὸν ἤδη προσέχειν ἀκριβῶς καὶ παραφυλάττειν, μή τι τολμήσῃ παραβολώτερον.
萨佩冬听了这番话,同时看到他的眼神和面容充满了愤怒与杀气,惊恐万分,自此以后便极其严密地留心并防备着他,生怕他做出什么铤而走险的事来。
ἔτι μὲν οὖν παιδάριον ὢν μικρόν, ἀπεκρίνατο τοῖς ἐρωτῶσι τίνα φιλεῖ μάλιστα, τὸν ἀδελφόν τίνα δεύτερον, ὁμοίως τὸν ἀδελφόν, καὶ τρίτον, ἄχρι οὗ πολλάκις λέγοντος ἀπεῖπεν ὁ ἐρωτῶν,3 γενόμενος δʼ ἐν ἡλικίᾳ μᾶλλον ἐβεβαίου τὴν πρὸς τὸν ἀδελφόν εὔνοιαν. ἔτη γὰρ εἴκοσι γεγονώς χωρὶς Καιπίωνος οὐκ ἐδείπνησεν, οὐκ ἀπεδήμησεν, εἰς ἀγορὰν οὐ προῆλθε.
当他还是个幼童时,有人问他最爱谁,他就回答“哥哥”;问他第二爱谁,同样回答“哥哥”;第三也是如此,直到发问者在他屡次重复之下放弃作罢;而随着年龄增长,他对哥哥的情义愈发坚定。甚至到他二十岁时,若没有凯皮奥在场,他也绝不同席进餐,绝不出远门,亦不前往广场。
μύρον δʼ ἐκείνου λαμβάνοντος αὐτὸς παρῃτεῖτο· καὶ τἆλλα τὰ περὶ τὴν δίαιταν ἦν ἀκριβὴς καὶ σύντονος, ὁ γοῦν Καιπίων ἐπὶ σωφροσύνῃ καὶ μετριότητι θαυμαζόμενος ὡμολόγει τοιοῦτος εἶναι πρὸς τοὺς ἄλλους ἐξεταζόμενος, ἀλλʼ ὅταν, ἔφη, παρὰ τὸν Κάτωνος βίον παραβάλλω τὸν ἐμόν, οὐδὲν ἐμαυτῷ φαίνομαι Σιππίου διαφέρειν, τῶν ἐπὶ τρυφῇ τινα καὶ μαλακίᾳ περιβοήτων ὀνομάσας.
当凯皮奥涂抹香精时,他自己则谢绝使用;在日常生活中的其他方面,他也一概严谨而自律。因此,凯皮奥虽以自制和谦逊备受赞誉,在与其他人相比时也自认确实如此,但他说: “可是,当我将自己的生活与加图的生活对比时,我觉得自己与西庇乌斯毫无二致。” 他说的是一个因骄奢淫逸而臭名昭著的人。
- 3.2μηδὲν τότε προσιδεῖν ἀσεβῶν χώρου διαφέρουσαν
不定词 προσιδεῖν 作关系或限定用法(“在外观上”、“看上去”)。ἀσεβῶν χώρου 是由 διαφέρουσαν 所支配的比较属格,字面意为“不敬神之人的住处”(指冥府惩处恶人的深渊/冥界)。全句形容苏拉宅邸内严刑拷打的惨状犹如人间地狱。
- 3.3ἵνα αὐτὸν ἀνελὼν ἀπήλλαξα δουλείας τὴν πατρίδα
连词 ἵνα 后接直说语气过去时(不定过去时 ἀπήλλαξα),构成表示在过去未曾实现的意图或与过去事实相反的结果句。接在前面的反诘疑问句 τί οὖν ... οὐκ ἐμοὶ ξίφος ἔδωκας(“那么你为何不给我一把剑?”)之后,表达“(若给了我剑,)我便能将他诛杀,使祖国摆脱奴役”之意。
- 3.5ἄχρι οὗ πολλάκις λέγοντος ἀπεῖπεν ὁ ἐρωτῶν
短语 πολλάκις λέγοντος 是一个省略了逻辑主语(加图)的属格独立结构,因上下文主语明确而未予标出。它从属于由时间连词 ἄχρι οὗ(“直到……”)引导的从句,意为“在他屡次重复之下,提问之人终于放弃”。
