- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:18.1-18.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图在财务官任内孜孜不倦,并为同僚挡下私情请求而深得信赖。任期最后一日,他出面阻止了同僚马尔凯鲁斯在逼迫下签署的不当拨款,卸任后仍借由奴仆记录与自费购得的账册持续监督国家公库。
ἥιρει δὲ τοὺς πολλοὺς καὶ τὸ ἐνδελεχὲς αὐτοῦ τῆς ἐπιμελείας καὶ ἄτρυτον, οὔτε γὰρ πρότερός τις ἀνέβη τῶν συναρχόντων εἰς τὸ ταμιεῖον Κάτωνος οὔτε ὕστερος ἀπῆλθεν, ἐκκλησίαν δὲ καὶ βουλὴν οὐδεμίαν παρῆκε, δεδιὼς καὶ παραφυλάττων τοὺς ἑτοίμως καὶ πρὸς χάριν ὀφλημάτων καὶ τελῶν ἀνέσεις ἢ δόσεις οἷς ἔτυχεν ἐπιψηφιζομένους.
此外,他在职责上的持之以恒与孜孜不倦也征服了众人;因为在同僚中,没有谁比加图更早来到公库,也没有谁比他更晚离去;他从不缺席任何公民大会或元老院会议,生怕并防范着有人轻易出于人情,投票通过免除欠款与税收,或向偶然遇上的人发放款项。
ἐπιδεικνύμενος δὲ τὸ ταμιεῖον ἄβατόν τε καὶ καθαρὸν συκοφαντῶν, πλῆρες δὲ χρημάτων, ἐδίδασκεν ὅτι τῇ πόλει πλουτεῖν ἔξεστι μὴ ἀδικούσῃ. κατʼ ἀρχὰς δὲ τῶν συναρχόντων ἐνίοις ἐπαχθὴς καὶ χαλεπὸς φανείς ὕστερον ἠγαπᾶτο, ταῖς ἐκ τοῦ μὴ χαρίζεσθαι τὰ δημόσια μηδὲ κρίνειν κακῶς ἀπεχθείαις ὑποτιθεὶς ἑαυτὸν ἀντὶ πάντων, καὶ παρέχων ἀπολογεῖσθαι πρὸς τοὺς δεομένους καὶ βιαζομένους ἐκείνους, ὡς ἀμήχανόν ἐστιν, ἄκοντος Κάτωνος.1
他向众人展示了一个告密者不可踏足且干干净净、内部却充溢着钱财的公库,从而证明城邦毋须作恶亦可致富。起初他在某些同僚眼中显得苛刻而难以相处,后来却深得敬爱;因为加图替所有人承担了因不滥用公帑、不作不公裁判而招致的怨恨,并使他们在面对那些恳求与胁迫之人时得以推脱辩解,说加图既然不同意,事情便绝无可能办成。
τῶν δὲ ἡμερῶν τῇ τελευταίᾳ σχεδὸν ὑπὸ πάντων τῶν πολιτῶν προπεμφθεὶς εἰς οἶκον, ἤκουσεν ὅτι Μαρκέλλῳ πολλοὶ συνήθεις καὶ δυνατοὶ προσπεσόντες ἐν τῷ ταμιείῳ καὶ περιέχοντες ἐκβιάζονται γράψαι τινὰ δόσιν χρημάτων ὀφειλομένων, ἦν δὲ ὁ Μάρκελλος ἐκ παίδων φίλος τῷ Κάτωνι, καὶ σὺν ἐκείνῳ βέλτιστος ἄρχων, αὐτὸς δὲ καθʼ αὑτὸν ἀγώγιμος ὑπʼ αἰδοῦς τοῖς δεομένοις, καὶ κατάντης πρὸς πᾶσαν χάριν.
在任期的最后一天,他几乎在全体公民的簇拥护送下回到家中,却听闻有许多熟人与显贵在公库围逼马尔凯鲁斯,强令他签署一份发放拖欠款项的文书。马尔凯鲁斯自幼便是加图的朋友,在与他共事时是一位极为优秀的行政官,但独处时却因面子薄而易受求情者摆布,对任何请托都容易妥协。
εὐθὺς οὖν ὁ Κάτων ἐπιστρέψας καὶ τὸν Μάρκελλον εὑρὼν ἐκβεβιασμένον γράψαι τὴν δόσιν, ᾔτησε τὰς δέλτους καὶ ἀπήλειψεν, αὐτοῦ παρεστῶτος σιωπῇ· καὶ τοῦτο πράξας κατήγαγεν αὑτὸν ἐκ τοῦ ταμιείου καὶ κατέστησεν εἰς οἶκον, οὔτε τότε μεμψάμενον οὔτε ὕστερον,2 ἀλλʼ ἐμμείναντα τῇ συνηθείᾳ καὶ φιλίᾳ μέχρι παντός.
于是加图立即折返,发现马尔凯鲁斯已被迫签署了该项拨款,便索要木板账簿并将其抹除,马尔凯鲁斯只在一旁默默站立;做完此事后,加图将他带出公库,一路送回家中,而马尔凯鲁斯无论当时还是事后都未曾怪罪于他,反倒终生保持着这份笃厚的友谊。
οὐ μὴν οὐδὲ ἀπαλλαγεὶς τῆς ταμιείας ἀφῆκε τῆς φρουρᾶς ἔρημον τὸ ταμιεῖον, ἀλλʼ οἰκέται μὲν αὐτοῦ καθʼ ἡμέραν ἀπογραφόμενοι τὰς διοικήσεις παρῆσαν, αὐτὸς δὲ βιβλία λόγους περιέχοντα δημοσίων οἰκονομιῶν ἀπὸ τῶν Σύλλα χρόνων εἰς τὴν ἑαυτοῦ ταμιείαν ὠνησάμενος πέντε ταλάντων3 ἀεὶ διὰ χειρὸς εἶχεν.
不仅如此,即便在卸任财务官之后,他也未曾让公库失去守望;他的奴仆们每天前去记录账目收支,而他自己更是花费了五个塔兰同,购得载有自苏拉时代至其本人担任财务官期间国家收支账目的簿册,常置案头,手不释卷。
- 18.2καὶ παρέχων ἀπολογεῖσθαι πρὸς τοὺς δεομένους καὶ βιαζομένους ἐκείνους, ὡς ἀμήχανόν ἐστιν, ἄκοντος Κάτωνος
分词 παρέχων 接不定词 ἀπολογεῖσθαι(意为“提供……的机会/借口”),句中的宾格代词 ἐκείνους 作不定词的逻辑主语(指代同僚们 τῶν συναρχόντων)。介词短语 πρὸς τοὺς δεομένους καὶ βιαζομένους 插在不定词与 ἐκείνους 之间,构成倒置结构。其后的 ὡς 从句引出辩解的具体言辞(“加图不愿,故绝无可能”)。
- 18.4κατήγαγεν αὑτὸν ἐκ τοῦ ταμιείου καὶ κατέστησεν εἰς οἶκον, οὔτε τότε μεμψάμενον οὔτε ὕστερον
代词 αὑτόν(在此用作第三人称代词,即 αὐτόν)指代马尔凯鲁斯。后文的阳性单数宾格分词 μεμψάμενον(“怪罪、抱怨”)与 αὑτόν 保持性数格一致,表明并非加图自己回家,而是加图将马尔凯鲁斯护送回家,且后者当时与事后都未曾心生怨尤。
- 18.5ὠνησάμενος πέντε ταλάντων
短语 πέντε ταλάντων 作表示价格或代价的属格(genitive of price),修饰分词 ὠνησάμενος(“以五个塔兰同买下”)。
