- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:17.1-17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图驯服书记官,确立了公库的威望,理清了国家与个人的陈年旧债,严加防堵伪造法令的归档。进而,他向当年因苏拉公敌宣告而领取杀人赏金者追讨公款,使他们随即以谋杀罪受到审判与惩治。
οὕτω δὲ τοὺς γραμματεῖς ταπεινώσας καὶ ποιήσας ὑποχειρίους, καὶ τοῖς πράγμασιν ὡς αὐτὸς ἐβούλετο χρώμενος, ὀλίγῳ χρόνῳ τὸ ταμιεῖον ἀπέδειξε τοῦ βουλευτηρίου σεμνότερον, ὡς καὶ λέγειν καὶ φρονεῖν ἅπαντας ὅτι Κάτων ὑπατείας ἀξίωμα τῇ ταμιείᾳ περιέθηκε.
加图以此方式贬抑了书记官们,使其驯服听命,并按自己的意愿处理事务。在短时间内,他便使公库变得比元老院议事堂更加威严,以至于人人都说并且认为,加图将执政官的尊严赋予了财务官这一职席。
πρῶτον μὲν γὰρ εὑρὼν χρέα παλαιὰ τῷ δημοσίῳ πολλοὺς ὀφείλοντας καὶ πολλοῖς τὸ δημόσιον, ἅμα τὴν πόλιν ἔπαυσεν ἀδικουμένην καὶ ἀδικοῦσαν,1 τοὺς μὲν εὐτόνως καὶ ἀπαραιτήτως ἀπαιτῶν, τοῖς δὲ ταχέως ἀποδιδοὺς καὶ προθύμως, ὥστε τὸν δῆμον ἥδεσθαι τοὺς μὲν οἰομένους ἀποστερήσειν ἐκτίνοντας ὁρῶντα, τοὺς δὲ ἃ μὴ προσεδόκων ἀπολαμβάνοντας.
首先,他发现有许多人久欠国库的陈年债务,国库也拖欠许多人的款项,于是他坚决而毫不通融地向欠款者索讨,又迅速而毫不推诿地偿还债权者,从而同时制止了城邦受亏欠与亏欠于人的局面;民众看到那些企图赖账的人如数偿还,那些未抱指望的人收回款项,无不欣喜万分。
ἔπειτα γράμματα πολλῶν οὐ προσηκόντως ἀναφερόντων, καὶ δόγματα ψευδῆ παραδέχεσθαι χάριτι καὶ δεήσει τῶν προτέρων εἰωθότων,2 οὐδὲν αὐτὸν ἔλαθε γινόμενον τοιοῦτον, ἀλλʼ ὑπὲρ ἑνός ποτε δόγματος ἐνδοιάσας εἰ κύριον γέγονε, πολλῶν μαρτυρούντων οὐκ ἐπίστευσεν, οὐδὲ κατέταξε πρότερον ἢ τοὺς ὑπάτους ἐπομόσαι παραγενομένους.3
其次,当时许多人不合规定地递交文书,而历任前官又习惯于因私情和乞求而接纳伪造的决议,然而此类弊端无一能逃过他的眼睛。有一次,加图对一份决议是否合法有效产生怀疑,尽管有许多人作证,他仍不相信,直到执政官亲自前来发誓确认,他才将其编入档案。
ὄντων δὲ πολλῶν οἷς Σύλλας ἐκεῖνος ἀποκτείνασιν ἄνδρας ἐκ προγραφῆς γέρας ἔδωκεν ἀνὰ μυρίας δισχιλίας δραχμάς, ἅπαντες μὲν αὐτοὺς ὡς ἐναγεῖς καὶ μιαροὺς ἐμίσουν, ἀμύνασθαι δὲ οὐδεὶς ἐτόλμα, Κάτων δὲ προσκαλούμενος ἕκαστον ἔχοντα δημόσιον ἀργύριον ἀδίκως ἐξέπραττεν, ἅμα θυμῷ καὶ λόγῳ τὸ τῆς πράξεως ἀνόσιον καὶ παράνομον ἐξονειδίζων.
再者,当时有许多人曾因在公敌宣告中杀人而从昔日的苏拉那里领受了每人一万二千德拉克马的赏金;所有人虽视他们为该咒诅的污秽之人而深恶痛绝,却无人敢于惩戒。然而加图将每一个人传唤到案,追讨他们非法持有的公款,并以义愤和辞锋痛斥其行径的不敬与非法。
οἱ δὲ τοῦτο παθόντες εὐθὺς ἦσαν ἔνοχοι φόνῳ,4 καὶ τρόπον τινὰ προηλωκότες ἀπήγοντο πρὸς τοὺς δικαστὰς καὶ δίκας ἔτινον, ἡδομένων πάντων καὶ νομιζόντων συνεξαλείφεσθαι τὴν τότε τυραννίδα καὶ Σύλλαν αὐτὸν ἐφορᾶν κολαζόμενον.
这些遭受追缴的人随即被控犯有谋杀罪,仿佛事先已被定罪一般被押送到审判官面前接受惩罚。所有人都为之称快,认为当年的僭政正随之一并被彻底洗刷,自己亲眼目睹了苏拉本人受到惩罚。
- 17.2ἅμα τὴν πόλιν ἔπαυσεν ἀδικουμένην καὶ ἀδικοῦσαν
及物动词 ἔπαυσεν 以 τὴν πόλιν 为直接宾语,并由两个补充现在分词 ἀδικουμένην(被动)与 ἀδικοῦσαν(主动)作宾语补足语,表示加图使城邦同时停止了“蒙受不公”与“施加不公”的状态。
- 17.3γράμματα πολλῶν οὐ προσηκόντως ἀναφερόντων, καὶ δόγματα ψευδῆ παραδέχεσθαι χάριτι καὶ δεήσει τῶν προτέρων εἰωθότων
这是一个双重属格独立结构(genitive absolute):前一部分由 πολλῶν... ἀναφερόντων 构成(“许多人不正当地提呈文书”),后一部分由 τῶν προτέρων εἰωθότων 构成(“前任长官习惯于……”),其中分词 εἰωθότων 支配不定词 παραδέχεσθαι(“接纳”)。
- 17.3οὐδὲ κατέταξε πρότερον ἢ τοὺς ὑπάτους ἐπομόσαι παραγενομένους
时间连词 πρότερον ἤ(“在……之前”)引导带宾格的不定词结构:宾格 τοὺς ὑπάτους 是不定词 ἐπομόσαι 的逻辑主语,分词 παραγενομένους 与之同格修饰,整体意为“直到执政官亲自到场并发誓确认之前,他都没有将其编入档案”。
- 17.5οἱ δὲ τοῦτο παθόντες εὐθὺς ἦσαν ἔνοχοι φόνῳ
τοῦτο παθόντες(“遭受此事者”)指被勒令归还赏金的人。形容词 ἔνοχοι 支配与格 φόνῳ,表示“负有谋杀罪责/构成谋杀罪”。他们被追讨公款这一事实本身,就等于变相承认了当年的杀人取酬行径,从而立即陷入了谋杀罪的指控之中。
