← 普鲁塔克

小加图传

§16.1-16.6

就任财务官与整饬国库书记官

加图在周密研习后就任财务官,严厉整饬了擅权的国库书记官。面对德高望重的监察官卡图卢斯为涉案官员的说情与干预,加图严词回绝,坚决维护了公职纪律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἐπανελθὼν δὲ εἰς Ῥώμην τὸν μὲν ἄλλον χρόνον κατʼ οἶκον Ἀθηνοδώρῳ συνών, ἢ κατʼ ἀγορὰν τοῖς φίλοις παριστάμενος διετέλεσεν. ἐπιβάλλουσαν δὲ αὐτῷ τὴν ταμιευτικὴν ἀρχὴν οὐ πρότερον μετῆλθεν ἢ τούς τε νόμους ἀναγνῶναι1 τοὺς ταμιευτικοὺς καὶ διαπυθέσθαι τῶν ἐμπείρων ἕκαστα καὶ τύπῳ τινὶ τῆς ἀρχῆς τὴν δύναμιν περιλαβεῖν.

返回罗马后,他其余的时间要么在家里与雅典诺多鲁斯在一起,要么在广场上协助朋友们。当财务官一职临到他身上时,他在通读有关财务官的法律、向富有经验者探明各项细则,并总体上把握该官职的权力范围之前,并不去就任。

§16.2

ὅθεν εὐθὺς εἰς τὴν ἀρχὴν καταστάς μεγάλην ἐποίησε μεταβολὴν τῶν περὶ τὸ ταμιεῖον ὑπηρετῶν καὶ γραμματέων, οἳ διὰ χειρὸς ἀεὶ τὰ δημόσια γράμματα καὶ τοὺς νόμους ἔχοντες, εἶτα νέους ἄρχοντας παραλαμβάνοντες διʼ ἀπειρίαν καὶ ἄγνοιαν ἀτεχνῶς διδασκάλων ἑτέρων καὶ παιδαγωγῶν δεομένους, οὐχ ὑφίεντο τῆς ἐξουσίας ἐκείνοις, ἀλλὰ ἦσαν ἄρχοντες αὐτοί, μέχρι οὗ Κάτων ἐπιστὰς τοῖς πράγμασι νεανικῶς, οὐκ ὄνομα καὶ τιμὴν ἔχων ἄρχοντος, ἀλλὰ καὶ νοῦν καὶ φρόνημα καὶ λόγον, ὑπηρέταις, ὅπερ ἦσαν, ἠξίου χρῆσθαι τοῖς γραμματεῦσι, τὰ μὲν ἐξελέγχων κακουργοῦντας αὐτούς, τὰ δὲ ἁμαρτάνοντας ἀπειρίᾳ διδάσκων, ὡς δὲ ἦσαν ἰταμοὶ καὶ τοὺς ἄλλους ἐθώπευον ὑποτρέχοντες, ἐκείνῳ δὲ ἐπολέμουν, τὸν μὲν πρῶτον αὐτῶν καταγνοὺς περὶ πίστιν ἐν κληρονομίᾳ γεγονέναι πονηρόν ἀπήλασε τοῦ ταμιείου, δευτέρῳ δέ τινὶ ῥᾳδιουργίας προὔθηκε κρίσιν.

因此,他一上任,便对国库周围的仆从与书记官们进行了大刀阔斧的整顿。这些人手中长年把持着公共文书与法条,当面对因缺乏经验和无知而简直需要别人作为导师与督导的年轻长官时,便不向他们让出实权,反而自己成了发号施令的长官;直到加图以青年人的魄力着手整顿公务,他不仅拥有长官的名号与尊崇,更有才智、风骨与条理,主张把这些书记官作为他们本来的仆从身份来对待:一方面揭发他们的作奸犯科,另一方面指导他们因缺乏经验而犯下的过失。然而,既然他们性情顽劣,四处迎合巴结其他长官,却唯独与加图作对,加图便在判定其中首席者在遗产信托中有不轨行为后,将其逐出公库,并对另一人以玩忽职守之罪提起了诉讼。

§16.4

ᾧ Κάτλος Λουτάτιος ὁ τιμητὴς ἀνέβη βοηθήσων, ἀνὴρ μέγα τὸ τῆς ἀρχῆς ἔχων ἀξίωμα, τὸ δὲ τῆς ἀρετῆς ἔχων μέγιστον, ὡς πάντων δικαιοσύνῃ καὶ σωφροσύνῃ Ῥωμαίων διαφέρων ἦν δὲ καὶ τοῦ Κάτωνος ἐπαινέτης καὶ συνήθης διὰ τὸν βίον. ὡς οὖν ἡττώμενος τοῖς δικαίοις ἐξῃτεῖτο φανερῶς τὸν ἄνθρωπον, οὐκ εἴα ταῦτα ποιεῖν αὐτὸν ὁ Κάτων.

为了这第二人,监察官卢塔提乌斯·卡图卢斯出面辩护——此人因官职而享有崇高威望,因德行而享有至高声誉,因在正义与克制上超越所有罗马人而闻名,且因生活方式之故也是加图的赞赏者与密友。因此,当他在法律理据上处于劣势而公然乞求宽恕那人时,加图不容许他这样做。

§16.5

ἔτι δὲ μᾶλλον προσλιπαροῦντος, αἰσχρόν, εἶπεν, ὦ Κάτλε, σὲ τὸν τιμητὴν καὶ τοὺς ἡμετέρους βίους ὀφείλοντα δοκιμάζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι.2 ταύτην τὴν φωνὴν ἀφέντος τοῦ Κάτωνος, ὁ Κάτλος προσέβλεψε μὲν αὐτὸν ὡς ἀμειψόμενος, εἶπε δὲ οὐδέν, ἀλλʼ εἴτε ὑπʼ ὀργῆς εἴτε ὑπʼ αἰσχύνης ἀπῆλθε σιωπῇ διηπορημένος.

当他更加竭力央求时,加图说道: “卡图卢斯, 身为监察官、本应审查我们言行品质的你,若被我们手下的仆吏轰出去, 那可真是太丢脸了!” 加图说出这番话后,卡图卢斯看了他一眼,仿佛想要反驳,却什么也没说,无论是出于愤怒还是出于羞愧,都默默且困窘地离开了。

§16.6

οὐ μὴν ἥλω γε ὁ ἄνθρωπος, ἀλλʼ ἐπεὶ μιᾷ ψήφῳ τὰς ἀφιείσας ὑπερέβαλλον αἱ καθαιροῦσαι καὶ Λόλλιος Μᾶρκος εἷς, συνάρχων τοῦ Κάτωνος, ὑπὸ ἀσθενείας ἀπελέλειπτο τῆς δίκης, πέμπει πρὸς τοῦτον ὁ Κάτλος δεόμενος βοηθῆσαι τῷ ἀνθρώπῳ· κἀκεῖνος ἐν φορείῳ κομισθεὶς μετὰ τὴν δίκην ἔθετο τὴν ἀπολύουσαν. οὐ μὴν ἐχρήσατό γε τῷ γραμματεῖ ὁ Κάτων, οὐδὲ τὸν μισθὸν ἀπέδωκεν, οὐδὲ ὅλως ἐνάριθμον τοῦ Λολλίου τὴν ψῆφον ἔσχεν.3

然而,那人并未被定罪;因为赞成定罪的票数仅比赞成开释的票数多出一票,而加图的一位同僚马尔库斯·洛利乌斯因病缺席审判,卡图卢斯便派人去见他,恳求他施以援手;洛利乌斯在庭审结束后乘轿被抬来,投下了开释票。然而,加图既未任用那名书记官,也未付给他薪酬,更完全不把洛利乌斯的这枚投票计算在内。

语法注3 条
  1. 16.1οὐ πρότερον μετῆλθεν ἢ τούς τε νόμους ἀναγνῶναι

    οὐ πρότερον... ἤ 后接不定式(ἀναγνῶναι、διαπυθέσθαι、περιλαβεῖν),构成“直到……之前不……”的句式。此处未用定式从句,而是以不定式附属于比较连接词 ἤ 之后,表示先决条件。

  2. 16.5ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι

    被动语态不定式 ἐκβάλλεσθαι 意为“被逐出、被(执达吏)驱离法庭”。它与带逻辑主语的 σὲ ... ὀφείλοντα 构成说明语,含有严厉警告意味:若卡图卢斯继续无理干预,将不得不由下属仆吏将其强行驱离出庭。

  3. 16.6οὐδὲ ὅλως ἐνάριθμον τοῦ Λολλίου τὴν ψῆφον ἔσχεν

    短语 ἐνάριθμον ἔχω 为习语,意为“计入、算在内、视为有效”。属格 τοῦ Λολλίου 作定语修饰宾语 τὴν ψῆφον。这表明由于该票是在审理结束后补投的,加图在其行政职权范围内完全不承认洛利乌斯此票的有效性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:16.1-16.6