- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:15.1-15.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加拉太人德伊奥塔鲁斯召见加图并企图以丰厚礼物拉拢他,但加图不顾友人私怨断然回绝了贿赂。此后,加图坚持将兄长恺皮奥的遗骨留在自己船上,历经险阻横渡海峡。
Δηϊόταρος δὲ ὁ Γαλάτης μετεπέμψατο μὲν τὸν Κάτωνα πρεσβύτερος ὢν ἤδη παραθέσθαι τοὺς παῖδας αὐτῷ βουλόμενος καὶ τὸν οἶκον, ἐλθόντι δὲ προσφέρων δῶρα παντοδαπὰ καὶ πειρῶν καὶ δεόμενος πάντα τρόπον οὕτω παρώξυνεν ὥστε, δείλης ἐλθόντα καὶ νυκτερεύσαντα, τῇ ὑστεραίᾳ περὶ τρίτην ὥραν ἀπᾶραι.
加拉太人德伊奥塔鲁斯由于年事已高,希望将自己的子嗣与家业托付给加图,便遣人召请了他。然而当加图到来时,他向其奉送各色礼物,用尽各种方式诱惑并恳求,以至于激怒了加图;加图傍晚抵达并歇宿了一夜之后,次日大约第三时辰便动身离去。
προελθὼν μέντοι μιᾶς ἡμέρας ὁδόν εὗρεν ἐν Πεσσινοῦντι πλείονα τῶν ἐκεῖ δώρων αὖθις αὐτὸν ὑπομένοντα, καὶ γράμματα τοῦ Γαλάτου δεομένου, λαβεῖν αὐτὸς εἰ μὴ πρόθυμός ἐστιν, ἀλλὰ τοὺς φίλους ἐᾶσαι, πάντως μὲν ἀξίους ὄντας εὖ παθεῖν διʼ ἐκεῖνον οὐκ ὄντων δὲ τῶν ἰδίων τοῦ Κάτωνος τοσούτων.1
然而,加图仅前行了一天的路程,就在佩西努斯发现有比先前更多的礼物再次等待着他,并附有那加拉太人恳请的书信:倘若他本人不愿收下,也请容许他的朋友们接受,因为他们因加图之故完全配得上受此优待,而加图自身的私财又并非如此丰厚。
ἀλλʼ οὐδὲ τούτοις ἐνέδωκεν ὁ Κάτων, καίπερ ἐνίους τῶν φίλων μαλασσομένους καὶ ὑπομεμφομένους ὁρῶν, ἀλλὰ φήσας ὅτι πᾶσα δωροδοκία προφάσεως ἂν εὐπορήσειεν, οἱ δὲ φίλοι μεθέξουσιν ὧν ἂν ἔχῃ καλῶς καὶ δικαίως κτησάμενος, ἀπέπεμψε τὰ δῶρα πρὸς τὸν Δηϊόταρον.
可是加图甚至对此也没有让步,尽管他看到有些朋友已经心动并暗生怨言;但他表示,任何受贿都能轻易找到借口,而他的朋友们将分享他以光明正大和公正手段所获得的一切,遂将礼物退还给了德伊奥塔鲁斯。
ἐπεὶ δὲ μέλλοντος ἀπαίρειν2 εἰς τὸ Βρεντέσιον ᾤοντο δεῖν οἱ φίλοι τὰ λείψανα τοῦ Καιπίωνος εἰς ἕτερον θέσθαι πλοῖον, εἰπὼν ὅτι τῆς ψυχῆς μεθήσεται μᾶλλον ἢ τούτων,3 ἀνήχθη. καὶ μέντοι λέγεται κατὰ τύχην ἐπισφαλέστατα περᾶσαι, τῶν ἄλλων μετρίως κομιζομένων.
当他准备启航前往布伦迪西乌姆时,朋友们认为应当把恺皮奥的遗骸安放在另一艘船上,加图却声称宁可舍弃自己的性命也决不舍弃遗骸,随即扬帆出海。据说,正巧他的航程遭遇了极大的危险,而其他船只却航行得颇为平稳。
- 15.2οὐκ ὄντων δὲ τῶν ἰδίων τοῦ Κάτωνος τοσούτων
由中性复数名词化短语 τῶν ἰδίων(私财)与分词 ὄντων 构成的独立属格结构(genitive absolute),在书信的间接引语中充当状语从句,表达为朋友接受礼物辩护的原因(“鉴于加图本人的私产并非如此丰厚”)。
- 15.4μέλλοντος ἀπαίρειν
此处的独立属格结构省略了其逻辑主语代词 αὐτοῦ(指加图,因语境明确而省去)。它在 ἐπεὶ 从句中充当时间状语背景:“当他正准备启航时”。
- 15.4τῆς ψυχῆς μεθήσεται μᾶλλον ἢ τούτων
动词 μεθίημι 的中动相将来时 μεθήσεται(放手、放弃)支配分离属格作为宾语,故 τῆς ψυχῆς 与 τούτων(遗骸)皆为属格。与比较副词短语 μᾶλλον ἤ 结合,表示加图宁可放弃自己的性命也决不放弃遗骸的坚定决心。
