← 普鲁塔克

小加图传

§14.1-14.4

庞培的礼遇与众人态度的转变

庞培对加图极为尊崇的接待彻底转变了众人对加图的态度,引发各城邦的竞相争迎;加图则因忆及库里奥关于自己会在亚细亚变得随和温和的预言,嘱咐友人监督自己以防受奢靡风气所化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

οὐ μὴν ἀλλὰ Πομπήϊος αὐτὸς ἐπέστρεψε τοὺς ἀνθρώπους οὕτω πλημμελοῦντας εἰς τὸν Κάτωνα διʼ ἄγνοιαν. ὡς γὰρ εἰς Ἔφεσον ἐλθὼν ἐπορεύετο πρὸς αὐτόν ἀσπασόμενος πρεσβύτερον ὄντα, καὶ δόξῃ πολὺ προήκοντα, καὶ δυνάμεων τότε μεγίστων ἡγούμενον, ἰδὼν ὁ Πομπήϊος οὐκ ἔμεινεν, οὐδὲ εἴασε καθεζομένῳ1 προσελθεῖν, ἀλλʼ ὥς τινι τῶν κρειττόνων ἀναθορὼν ἀπήντησε, καὶ τὴν δεξιὰν ἐνέβαλε.

然而,庞培本人纠正了那些因无知而如此怠慢加图的人们。因为当加图抵达以弗所,前去向年长、声名远为显赫且当时统帅着最庞大军队的庞培致意时,庞培看见他,便没有安坐不动,也没有容许他在自己坐着时走近,而是像迎接一位地位更高的人那样纵身跃起迎上前去,并向他伸出了右手。

§14.2

καὶ πολλὰ μὲν εὐθὺς ἐν τῷ φιλοφρονεῖσθαι καὶ ἀσπάζεσθαι παρόντα, πλείω δὲ ἔτι μεταστάντος ἐγκώμια διῆλθεν αὐτοῦ τῆς ἀρετῆς, ὥστε πάντας ἐπιστρεφομένους καὶ προσέχοντας ἤδη τῷ Κάτωνι, θαυμάζειν ἐξ ὧν πρότερον κατεφρονεῖτο,2 καὶ πρᾳότητα καὶ μεγαλοψυχίαν ἀναθεωρεῖν. καὶ γὰρ ἡ Πομπηΐου σπουδὴ περὶ αὐτόν οὐκ ἐλάνθανε θεραπεύοντος οὖσα μᾶλλον ἢ φιλοῦντος, ἀλλʼ ἔγνωσαν ὅτι θαυμάζει μὲν παρόντα, χαίρει δὲ ἀπερχομένῳ.

在当面款待与寒暄之间,庞培立即致以诸多的赞誉;而在加图离去之后,他又述说了更多赞美其美德之辞。以至于所有人都转而瞩目加图,因先前曾鄙视他的那些特质而对他惊叹不已,并重新审视他的温和与豁达。事实上,庞培对他的殷勤关切显而易见属于敬畏讨好而非发自内心的喜爱;众人都看出,庞培在加图面前固然敬服,但对他离去却感到欣喜。

§14.3

τοὺς γὰρ ἄλλους νέους, ὅσοι παρʼ αὐτόν ἀφικνοῦντο, φιλοτιμούμενος κατεῖχε καὶ ποθῶν αὐτῷ συνεῖναι, τοῦ δὲ Κάτωνος οὐδὲν ἐδεήθη τοιοῦτον, ἀλλʼ ὥσπερ οὐκ ἀνυπεύθυνος ἄρχων ἐκείνου παρόντος ἐξέπεμψεν ἄσμενος, μόνῳ σχεδὸν ἐκείνῳ τῶν εἰς Ῥώμην πλεόντων τὰ τέκνα καὶ τὴν γυναῖκα παρακαταθέμενος, ἄλλως αὐτῷ προσήκοντα καὶ διὰ συγγένειαν. ἐκ τούτου δόξα καὶ σπουδὴ καὶ ἅμιλλα περὶ αὐτὸν ἦν τῶν πόλεων καὶ δεῖπνα καὶ κλήσεις, ἐν οἷς τοὺς φίλους ἐκέλευε προσέχειν αὐτῷ, μὴ λάθῃ βεβαιώσας3 τὸν Κουρίωνος λόγον.

因为对其他前来拜访的年轻人,庞培出于虚荣心总是加以挽留,渴望他们常伴左右;但对加图,他却完全没有作此要求,反而欣然将他送走,就仿佛当加图在场时自己并非一个无须受审问责的统治者一般。在所有乘船前往罗马的人中,庞培几乎只将自己的子女与妻子托付给了他一人——尽管他们本就因亲戚关系而与加图有姻亲之谊。由此,在各城邦中围绕加图产生了声望、热情与争相迎奉的竞争,盛宴与邀约接踵而至;在这些场合中,加图嘱咐朋友们留心监督自己,免得在不知不觉中印证了库里奥的话。

§14.4

ὁ γὰρ Κουρίων ἀχθόμενος τῷ αὐστηρῷ τοῦ Κάτωνος, φίλου καὶ συνήθους ὄντος, ἠρώτησεν αὐτόν εἰ πρόθυμός ἐστι μετὰ τὴν στρατείαν γενέσθαι τῆς Ἀσίας θεατής, τοῦ δὲ καὶ πάνυ φήσαντος, εὖ λέγεις, εἶπεν ὁ Κουρίων, ἡδίων γὰρ ἐπανήξεις ἐκεῖθεν καὶ μᾶλλον ἥμερος οὕτω πως καὶ τῷ ῥήματι χρησάμενος.

原来库里奥虽是加图的朋友与密友,却对他过于严峻的性格感到难以忍受,便曾问加图在服役期满后是否渴望游览亚细亚;当加图回答说十分渴望时,“你说得好,”库里奥说,“因为你从那里回来时,必定会变得更加随和、更加温顺。” 他当时大体就是用了这样的言辞。

语法注3 条
  1. 14.1καθεζομένῳ

    现在分词阳性单数与格,在意义上指主语庞培自身,作不定式 προσελθεῖν 的间接宾语补足成分:“也不容许加图走向正坐着的自己”。

  2. 14.2ἐξ ὧν πρότερον κατεφρονεῖτο

    包含先行词的关系从句结构(相当于 ἐκ τούτων διʼ ὧν...),修饰前面的动词 θαυμάζειν:“因过去曾使他遭受鄙视的那些特质(简朴、刚直等)而对他惊叹不已”。

  3. 14.3μὴ λάθῃ βεβαιώσας

    由 μή 引导的从句中使用“λανθάνω + 分词”惯用结构(虚拟式 λάθῃ 搭配过去分词 βεβαιώσας),表示“在自身不觉察的情况下做了某事”,整句意为“免得他在不知不觉中印证了库里奥的话”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:14.1-14.4