← 普鲁塔克

小加图传

§13.1-13.3

安条克城外对获释奴德米特里乌斯的误迎

在安条克城外,加图将一场盛大的迎接误以为是对自己的礼遇而下马步行,却发现众人等候的其实是庞培的获释奴德米特里乌斯,引得同行的朋友们哄堂大笑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ἐν δὲ Συρίᾳ καὶ γελοῖόν τι λέγεται παθεῖν. βαδίζων γὰρ εἰς Ἀντιόχειαν εἶδε περὶ τὰς πύλας ἔξω πλῆθος ἀνθρώπων ἑκατέρωθεν τῆς ὁδοῦ παρακεκριμένων, ἐν οἷς ἔφηβοι μὲν χωρὶς ἐν χλαμύσι καὶ παῖδες ἑτέρωθεν κοσμίως εἱστήκεσαν, ἐσθῆτας δὲ καθαρὰς ἔνιοι καὶ στεφάνους εἶχον, ἱερεῖς θεῶν ὄντες ἢ ἄρχοντες, πάντων οὖν μᾶλλον οἰηθεὶς ὁ Κάτων αὐτῷ τινα πράττεσθαι τιμὴν καὶ δεξίωσιν ὑπὸ τῆς πόλεως, ὠργίζετο μὲν τοῖς προπεμφθεῖσι τῶν ἰδίων, ὡς μὴ κωλύσασιν,1 ἐκέλευσε δὲ καταβῆναι τοὺς φίλους, καὶ πεζῇ προῄει μετʼ αὐτῶν.

然而在叙利亚,据说他还遭遇了一件可笑之事。原来,当他走向安条克时,看见城门外路的两侧排列着一群人,其中一边是披着斗篷的青年,另一边是少年,都规矩地站立着;还有些人身着洁净的衣袍、头戴花冠,乃是诸神的神官或城中的长官。于是加图万万以为,这是该城为他操办的某种礼遇与欢迎,他一方面因先遣的随从未能阻止此事而动怒,另一方面则吩咐朋友们下马,与他们一同徒步前行。

§13.2

ὡς δʼ ἐγγὺς ἦσαν, ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ τὸν ὄχλον εἰς τάξιν καθιστάς, ἀνὴρ πρεσβύτερος ἤδη, ῥάβδον ἐν τῇ χειρὶ καὶ στέφανον κρατῶν, ἀπήντησε τῷ Κάτωνι πρὸ τῶν ἄλλων, καὶ μηδὲ ἀσπασάμενος ἠρώτα ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πηνίκα παρέσται. Πομπηΐου δὲ ἦν γεγονὼς ὁ Δημήτριος οἰκέτης· τότε δὲ πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων εἰς Πομπήϊον ἀποβλεπόντων, ἐθεραπεύετο παρʼ ἀξίαν, μέγα παρʼ αὐτῷ δυνάμενος.

当他们临近时,那个统筹这一切调度、并使众人肃立成列的人——已是一位年长之人,手中握着手杖、头戴花冠——抢在众人之前迎向加图,甚至未曾向他问候,便打听他们把德米特里乌斯留在了何处、何时方能抵达。这德米特里乌斯本是庞培的家奴;但当时几乎所有人都仰望着庞培,德米特里乌斯因在庞培面前权势极大,便受到了远超其身份的奉承。

§13.3

τοῖς μὲν οὖν φίλοις τοῦ Κάτωνος γέλως ἐνέπεσε τοσοῦτος ὥστε ἀναλαβεῖν ἑαυτοὺς οὐκ ἐδύναντο διὰ τοῦ πλήθους ἅμα βαδίζοντες, ὁ δὲ Κάτων τότε μὲν ἰσχυρῶς διατραπείς, ὦ τῆς κακοδαίμονος, ἔφη, πόλεως,2 ἄλλο δὲ οὐδὲν ἐφθέγξατο, χρόνῳ δὲ ὕστερον εἰώθει γελᾶν καὶ αὐτὸς ἐπὶ τούτῳ, καὶ διηγούμενος καὶ μνημονεύων.

于是加图的朋友们爆发出一阵大笑,以至于一同穿行于人群中时竟无法自制。加图当时深感尴尬,“啊,可怜的、”他说,“城市啊!” 此外便再未作声。然而在日后,无论在讲述还是回忆起此事时,他自己也常常为此大笑不已。

语法注2 条
  1. 13.1ὡς μὴ κωλύσασιν

    连词 ὡς 与与格分词 κωλύσασιν 连用,表示主语加图的主观理由(“以他们未曾阻止为由”),充当情感动词 ὠργίζετο 的原因状语。否定词采用 μή 而非 οὐ,表明这是主观认定的过失而非客观叙实。

  2. 13.3ὦ τῆς κακοδαίμονος, ἔφη, πόλεως

    由感叹词 ὦ 与属格 τῆς κακοδαίμονος πόλεως 构成的“感叹属格”(“啊,可怜的城市啊!”)。修饰词与名词之间插入了引述动词 ἔφη,形成了语序隔置(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:13.1-13.3