← 普鲁塔克

小加图传

§12.1-12.5

游历亚细亚与告诫怠慢的当地官吏

加图在士兵们依依不舍的热烈拥戴下结束军役并游历亚细亚,因其作风简朴谦卑而反遭各地官吏轻慢,他随即告诫了这些官吏接待外客的自处之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

ἐπεὶ δὲ τέλος εἶχεν ἡ στρατεία τῷ Κάτωνι, προεπέμφθη, οὐκ εὐχαῖς, ὃ κοινόν ἐστιν, οὐδʼ ἐπαίνοις, ἀλλὰ δάκρυσι καὶ περιβολαῖς ἀπλήστοις, ὑποτιθέντων τὰ ἱμάτια τοῖς ποσὶν ᾗ βαδίζοι καὶ καταφιλούντων τὰς χεῖρας,1 ἃ τῶν αὐτοκρατόρων ὀλίγοις μόλις ἐποίουν οἱ τότε Ῥωμαῖοι.

当加图的军役结束时,他受到了欢送,但这送别并非出于通常可见的祈祷与赞颂,而是伴随着眼泪和无休止的拥抱;士兵们在他行走的脚下铺上外衣,亲吻他的双手,这些举动即便是当时的罗马人,对于极少数的统帅也难得做出。

§12.2

βουληθεὶς δὲ πρὸ τοῦ πολιτείᾳ προσελθεῖν ἅμα μὲν πλανηθῆναι καθʼ ἱστορίαν τῆς Ἀσίας καὶ γενέσθαι θεατὴς ἠθῶν καὶ βίων καὶ δυνάμεως τῆς περὶ ἑκάστην ἐπαρχίαν, ἅμα δὲ τῷ Γαλάτῃ Δηϊοτάρῳ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν δεομένῳ πρὸς αὐτὸν ἐλθεῖν μὴ ἀχαριστῆσαι, τοῦτον τὸν τρόπον ἐποιεῖτο τὴν ἀποδημίαν. προὔπεμπεν ἅμʼ ἡμέρᾳ τὸν ἀρτοποιὸν καὶ τὸν μάγειρον ὅπου καταλύσειν ἔμελλεν.

在投身政务之前,加图一方面希望游历以考察亚细亚,亲眼观察各行省的习俗、生活以及军力;另一方面也因祖辈的宾主礼谊与友谊,不想回绝请求他前往的加拉太人德约塔鲁斯,于是他便以如下方式出行。破晓时分,他便把面包师和厨师先行派往预定投宿之地。

§12.3

οἱ δὲ πάνυ κοσμίως καὶ μεθʼ ἡσυχίας εἰσελθόντες ἂν εἰς τὴν πόλιν, εἰ μηδεὶς τύχοι τῷ Κάτωνι φίλος ὢν αὐτόθι πατρῷος ἢ γνώριμος, ἐν πανδοκείῳ τὴν ὑποδοχὴν αὐτῷ παρεσκεύαζον,2 ἐνοχλοῦντες οὐδενί· πανδοκείου δὲ μὴ ὄντος, οὕτως πρὸς τοὺς ἄρχοντας τραπόμενοι ξενίαν ἐλάμβανον, ἀγαπῶντες τὴν δοθεῖσαν.

二人极有规矩且安静地进入城中,若当地恰巧没有加图祖上的朋友或熟人,他们便在客栈为他预备食宿,不骚扰任何人;倘若没有客栈,他们这才转向官吏请求接待,并对所拨给之处感到满足。

§12.4

πολλάκις δὲ ἀπιστούμενοι καὶ περιορώμενοι διὰ τὸ μὴ θορύβῳ μηδὲ ἀπειλῇ ταῦτα πράσσειν πρὸς τοὺς ἄρχοντας, ὑπὸ τοῦ Κάτωνος ἄπρακτοι κατελαμβάνοντο, καὶ μᾶλλον αὐτὸς ὀφθεὶς ὠλιγωρεῖτο, καὶ παρεῖχεν ἐπὶ τῶν φορτίων σιωπῇ καθεζόμενος ὑπόνοιαν ἀνθρώπου ταπεινοῦ καὶ περιδεοῦς.

然而,由于他们未曾以吵闹或威胁向官吏提出请求,往往不受信任并被漠视,以致一事无成时便被加图赶上。当加图本人的身影映入眼帘时,甚至更受轻视;他默默坐在行装之上的模样,常叫人疑心他是个卑微怯弱之徒。

§12.5

οὐ μὴν ἀλλὰ καὶ προσκαλούμενος αὐτοὺς εἰώθει λέγειν ὦ μοχθηροί, μεταβάλεσθε ταύτης τῆς κακοξενίας.3 οὐ πάντες ὑμῖν ἀφίξονται Κάτωνες. ἀμβλύνατε ταῖς φιλοφροσύναις τὴν ἐξουσίαν τῶν δεομένων προφάσεως, ἵνα βίᾳ λαμβάνωσιν, ὡς παρʼ ἑκόντων μὴ τυγχάνοντες.

然而,加图往往将那些官吏唤至身前,对他们说道: “可怜的人哪,改一改你们这怠慢客人的行径吧!降临你们这里的并非全都是加图。对于那些正寻找借口以便声称未能从心甘情愿者手中获得而强行索取之人,你们应当用热情友善去消解他们的暴横特权。”

语法注3 条
  1. 12.1ὑποτιθέντων τὰ ἱμάτια τοῖς ποσὶν ᾗ βαδίζοι καὶ καταφιλούντων τὰς χεῖρας

    分词 ὑποτιθέντων 与 καταφιλούντων 构成独立属格结构,其逻辑主语(士兵们)未在句中明示,须由上下文补出。关系副词从句 ᾗ βαδίζοι(无论他走到哪里)中的祈愿式 βαδίζοι 表示过去经常发生的重复性动作。

  2. 12.3εἰσελθόντες ἂν εἰς τὴν πόλιν, εἰ μηδεὶς τύχοι ... παρεσκεύαζον

    伴随分词 εἰσελθόντες 的助词 ἄν 修饰未完成过去时主动词 παρεσκεύαζον,构成表达过去重复性或习惯性动作的句式。与此呼应,条件从句 εἰ μηδεὶς τύχοι 中的祈愿式亦表示过去的概括性或重复性条件。

  3. 12.5μεταβάλεσθε ταύτης τῆς κακοξενίας

    中动相祈使式 μεταβάλεσθε 支配表示分离的属格(ταύτης τῆς κακοξενίας),为惯用句式,意为“从这种怠慢客人的行径中脱离/改变过来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:12.1-12.5