- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:11.1-11.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图冒着风浪赶赴色雷斯,却只见到兄弟客庇奥的遗体;他深情哀恸并予以隆重厚葬,此举后来招致了攻讦者的恶意诽谤。
ἔτι δὲ αὐτοῦ περὶ τὴν στρατείαν ὄντος ὁ ἀδελφὸς εἰς τὴν Ἀσίαν βαδίζων ἐνόσησε περὶ Θρᾴκην ἐν Αἴνῳ. καὶ γράμματα μὲν εὐθὺς ἧκε πρὸς τὸν Κάτωνα· χειμῶνος δὲ πολλοῦ κατέχοντος τὴν θάλατταν καὶ νεὼς ἱκανῆς μεγέθει μὴ παρούσης, εἰς μικρὰν ὁλκάδα μόνον δύο φίλους καὶ τρεῖς οἰκέτας ἀναλαβὼν ἐκ Θεσσαλονίκης ἀνήχθη·
当加图仍在从军期间,他的兄弟在前往亚细亚的途中于色雷斯的埃诺斯患病。信件随即送到了加图手中;当时巨浪风暴笼罩大海,又没有足够大的船只可用,他只带了两位友人与三名仆从,从塞萨洛尼基乘上一艘小型货船启航。
καὶ παρʼ οὐδὲν ἐλθὼν καταποντωθῆναι,1 τύχῃ τινὶ παραλόγῳ σωθεὶς ἄρτι τεθνηκότος τοῦ Καιπίωνος, ἐμπαθέστερον ἔδοξεν ἢ φιλοσοφώτερον ἐνεγκεῖν τὴν συμφοράν, οὐ μόνον κλαυθμοῖς καὶ περιπτύξεσι τοῦ νεκροῦ καὶ βαρύτητι λύπης, ἀλλὰ καὶ δαπάνῃ περὶ τὴν ταφὴν καὶ πραγματείαις θυμιαμάτων καὶ ἱματίων πολυτελῶν συγκατακαέντων καὶ μνήματος ξεστοῦ λίθων Θασίων ἀπὸ ταλάντων ὀκτὼ κατασκευασθέντος ἐν τῇ Αἰνίων ἀγορᾷ.
他几近灭顶溺水,借着某种不可思议的侥幸获救,而此时客庇奥却刚刚去世。加图承受这场灾难的方式,似乎更受情感驱使而非出于哲学家的克制;这不仅体现在对遗体的恸哭、拥抱与沉重的悲哀上,更体现在丧葬的奢靡花费中:搜求香料及贵重衣物一同焚化,并在埃诺斯人的广场上耗资八塔兰同建立起一座以萨索斯磨光石料筑成的纪念碑。
ταῦτα γὰρ ἔνιοι ἐσυκοφάντουν πρὸς τὴν ἄλλην ἀτυφίαν τοῦ Κάτωνος, οὐ καθορῶντες ὅσον ἐν τῷ πρὸς ἡδονὰς καὶ φόβους καὶ δεήσεις ἀναισχύντους ἀγνάμπτῳ καὶ στερρῷ τοῦ ἀνδρὸς τὸ ἥμερον ἐνῆν καὶ φιλόστοργον.2 εἰς δὲ ταῦτα καὶ πόλεις αὐτῷ καὶ δυνάσται πολλὰ κατὰ τιμὴν τοῦ τεθνεῶτος ἔπεμπον, ὧν ἐκεῖνος χρήματα μὲν παρʼ οὐδενὸς ἐδέξατο, θυμιάματα δὲ καὶ κόσμον ἐλάμβανε, τὴν τιμὴν ἀποδιδοὺς τοῖς πέμπουσι.
这是因为某些人对照加图平素的朴素无华而以此构陷非难他,殊不知此人在面对享乐、恐惧与无耻祈请时的那种刚毅不折之中,蕴含着何等温和深沉的仁爱深情。此外,为了悼念逝者,诸城邦与统治者送来许多礼物,加图分文不取各方金钱,只收下香料与饰物,并如数向馈赠者偿还了价款。
τῆς δὲ κληρονομίας εἰς αὐτόν τε καὶ θυγάτριον τοῦ Καιπίωνος ἡκούσης, οὐθὲν ὧν ἀνάλωσε περὶ τὸν τάφον ἀπῄτησεν ἐν τῇ νεμήσει. καὶ ταῦτα πράξαντος αὐτοῦ καὶ πράττοντος, ἦν ὁ γράψας ὅτι κοσκίνῳ τὴν τέφραν τοῦ νεκροῦ μετέβαλε καὶ διήθησε, χρυσίον ζητῶν κατακεκαυμένον. οὕτως οὐ τῷ ξίφει μόνον, ἀλλὰ καὶ τῷ γραφείῳ τὸ ἀνυπεύθυνον καὶ τὸ ἀνυπόδικον ἐπίστευσεν.3
当遗产由他与客庇奥的幼女继承时,在财产分割中,他未曾索要埋葬时所花费的分毫。尽管他如此行事与作为,竟仍有人著书声称他曾用筛子翻捡过滤死者的骨灰,寻觅被烧化的黄金。此人竟如此确信,不仅自己的利剑,连自己的笔杆也能享有免受问责与法律制裁的特权。
- 11.2παρʼ οὐδὲν ἐλθὼν καταποντωθῆναι
习语搭配 παρʼ οὐδὲν ἐλθεῖν 加上不定式 καταποντωθῆναι,意为“几乎要……/差一点就……”。介词 παρά 搭配 οὐδέν 表示距离某一事件仅有一步之遥(差距微不足道)。
- 11.3ὅσον ἐν τῷ πρὸς ἡδονὰς καὶ φόβους καὶ δεήσεις ἀναισχύντους ἀγνάμπτῳ καὶ στερρῷ τοῦ ἀνδρὸς τὸ ἥμερον ἐνῆν καὶ φιλόστοργον
由表示程度的感叹/间接疑问代词 ὅσον 引导的宾语从句。中性单数形容词实体化短语 ἐν τῷ... ἀγνάμπτῳ καὶ στερρῷ(“在他那不屈而刚毅的品格中”)作介词 ἐν 的宾语,其后接属格 τοῦ ἀνδρὸς,并被介词短语 πρὸς ἡδονὰς... 修饰。从句的主语为同样实体化的中性短语 τὸ ἥμερον καὶ φιλόστοργον(“温和与仁爱”),谓语动词为 ἐνῆν。
- 11.4οὕτως οὐ τῷ ξίφει μόνον, ἀλλὰ καὶ τῷ γραφείῳ τὸ ἀνυπεύθυνον καὶ τὸ ἀνυπόδικον ἐπίστευσεν.
主动词 ἐπίστευσεν 的主语承接前句中提及的著书诽谤者(即 ἦν ὁ γράψας,历史上指著《反加图》的恺撒)。实体化的中性宾格短语 τὸ ἀνυπεύθυνον καὶ τὸ ἀνυπόδικον(“不受追责与不受司法裁判的特权”)作直接宾语,与格短语 οὐ τῷ ξίφει μόνον, ἀλλὰ καὶ τῷ γραφείῳ(“不仅属于利剑,也属于笔杆”)表示该特权所归属的对象。
