← 普鲁塔克

福基翁传

§9.1-9.6

福基翁面对民众与政敌的机智警句

本段记叙了福基翁面对雅典民众与政敌时所发表的一连串机敏辛辣的警句轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις, καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις ἔφη· τούτους αἰτεῖτε τοὺς πλουσίους· ἐγὼ δὲ αἰσχυνοίμην ἄν, εἰ τούτῳ μὴ ἀποδιδοὺς ὑμῖν ἐπιδοίην, δείξας Καλλικλέα τὸν δανειστήν, ὡς δʼ οὐκ ἐπαύοντο κεκραγότες καὶ καταβοῶντες, λόγον εἶπεν αὐτοῖς τοῦτον·

雅典人为某项祭祀募捐自愿捐款,众人都纷纷认捐,福基翁被多次点名,便说道: “去向这些富人索取吧;对我来说,若不还清这人的债,却把钱捐给你们,我会感到羞耻的。” 说着便指了指放贷人卡利克勒斯。

§9.2

ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει, φθεγξαμένων δὲ κοράκων τὰ ὅπλα θεὶς ἡσύχαζεν· εἶτα ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· Ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς δυνατόν, ἐμοῦ δὲ οὐ γεύσεσθε. πάλιν δέ ποτε τῶν Ἀθηναίων ἐξαγαγεῖν αὐτὸν ἐπὶ τοὺς πολεμίους κελευόντων, ὡς δʼ οὐκ ἐβούλετο, δειλὸν καὶ ἄνανδρον ἀποκαλούντων, οὔτε ὑμεῖς, εἶπεν, ἐμὲ δύνασθε ποιῆσαι θαρσαλέον οὔτε ἐγὼ ὑμᾶς δειλούς. οὐ μὴν ἀλλʼ ἴσμεν ἀλλήλους.

当众人不肯停止喧哗和斥责时,他给他们讲了这样一个故事: “一个懦夫奔赴战场,但几只乌鸦一叫,他就放下兵器按兵不动;随后重新拿上兵器再度出发,听到乌鸦又叫便再次停下脚步,最后说道: ‘你们尽管扯开喉咙叫个震天响吧,但休想尝到我的肉。’” 又一次,雅典人命令他率兵出击敌人,他因不肯遵命而被骂为胆怯无能,他便说道: “你们既不能使我变得大胆,我也不能使你们变得怯懦。然而,我们彼此心中有数。”

§9.3

ἐν δὲ καιροῖς ἐπισφαλέσι τραχυνομένου τοῦ δήμου πρὸς αὐτὸν σφόδρα καὶ τῆς στρατηγίας εὐθύνας ἀπαιτοῦντος, σωθείητε, εἶπεν, ὦ μακάριοι, πρῶτον. ἐπεὶ δὲ πολεμοῦντες μὲν ἦσαν ταπεινοὶ καὶ περιδεεῖς, γενομένης δὲ εἰρήνης ἐθρασύνοντο καὶ κατεβόων τοῦ Φωκίωνος ὡς ἀφῃρημένου τὴν νίκην αὐτῶν, εὐτυχεῖτε, εἶπεν, ἔχοντες στρατηγὸν εἰδότα ὑμᾶς· ἐπεὶ πάλαι ἂν ἀπωλώλειτε.1

在危急关头,民众对他极为严苛并要求清查他的将军任期账目与职责时,他说道: “可敬的人们啊,愿你们先保全性命吧!” 又在交战之际,雅典人卑怯而惊慌失措,然而一旦缔结和约,他们便嚣张起来,斥责福基翁剥夺了他们的胜利,他便说道: “你们拥有一个了解你们的将军,真算是幸运了;否则你们早就灭亡了。”

§9.4

τοῖς δὲ Βοιωτοῖς οὐ βουλομένων αὐτῶν δικάζεσθαι περὶ τῆς χώρας, ἀλλὰ πολεμεῖν, συνεβούλευε διὰ τῶν λόγων, ἐν οἷς εἰσι κρείττους, μὴ διὰ τῶν ὅπλων, ἐν οἷς εἰσιν ἥττους, μάχεσθαι. λέγοντα δὲ αὐτὸν οὐ προσιεμένων οὐδὲ ὑπομενόντων ἀκούειν, ἐμέ, εἶπεν, ὑμεῖς ἃ μὴ βούλομαι ποιεῖν βιάσασθαι δύνασθε, λέγειν δὲ ἃ μὴ δεῖ παρὰ γνώμην οὐκ ἀναγκάσετε.

在雅典人不愿与维奥蒂亚人就土地争端进行仲裁而执意诉诸战争时,他建议他们凭借占优势的辩论而非处于劣势的武器来争战。但见众人不肯接纳他的话,甚至无法忍受听他说完,他便说道: “你们可以强迫我做我不愿做的事,却不能迫使我违背己见去说不当说的话。”

§9.5

τῶν δὲ ἀντιπολιτευομένων αὐτῷ ῥητόρων Δημοσθένους μὲν εἰπόντος, ἀποκτενοῦσί σε Ἀθηναῖοι, Φωκίων, ἂν μανῶσιν, εἶπε· σὲ δέ, ἂν σωφρονῶσι· Πολύευκτον δὲ τὸν Σφήττιον ὁρῶν ἐν καύματι συμβουλεύοντα τοῖς Ἀθηναίοις πολεμεῖν πρὸς Φίλιππον, εἶτα ὑπʼ ἄσθματος πολλοῦ καὶ ἱδρῶτος, ἅτε δὴ καὶ ὑπέρπαχυν ὄντα, πολλάκις ἐπιρροφοῦντα τοῦ ὕδατος. ἄξιον, ἔφη, τούτῳ πιστεύσαντας ὑμᾶς ψηφίσασθαι τὸν πόλεμον, ὃν τί οἴεσθε ποιήσειν2 ἐν τῷ θώρακι καὶ τῇ ἀσπίδι, τῶν πολεμίων ἐγγὺς ὄντων, ὅτε λέγων πρὸς ὑμᾶς ἃ ἔσκεπται κινδυνεύει πνιγῆναι;

在同他政见相左的演说家当中,德摩斯梯尼曾说道: “福基翁,雅典人要是发疯,就会杀了你。” 他回答道: “要是他们头脑清醒,就会杀了你。” 他又看到斯斐托斯区人波利宇克托斯在酷暑中劝雅典人对腓力开战,他又本就极度肥胖,随后因气喘吁吁、大汗淋漓而频频吞饮清水。福基翁便说道: “你们信任这人而表决赞成战争,可真是合适啊。他在向你们宣讲早已打好腹稿的话时都几乎窒息,你们认为当敌人迫近眼前时,他披挂着胸甲、手执盾牌又能做出什么来呢?”

§9.6

τοῦ δὲ Λυκούργου πολλὰ βλάσφημα πρὸς αὐτὸν εἰπόντος ἐν ἐκκλησίᾳ, καὶ πρὸς ἅπασιν ὅτι,3 δέκα τῶν πολιτῶν ἐξαιτοῦντος Ἀλεξάνδρου, συνεβούλευεν ἐκδοῦναι, εἶπε· πολλὰ ἐγὼ συμβεβούλευκα καλὰ καὶ συμφέροντα τούτοις, ἀλλʼ οὐ πείθονταί μοι.

当吕库古在公民大会上对他百般侮辱,尤其是指责他在亚历山大索要十名公民时曾建议交出他们,福基翁便说道: “我曾向这些人提出过许多崇高而有益的建议,但他们就是不听我的话。”

语法注3 条
  1. 9.3ἐπεὶ πάλαι ἂν ἀπωλώλειτε

    连词 ἐπεί 在此表示“否则(for otherwise)”,引导带有隐含条件句(“若非有我这样的将军”)的非真实结果句(ἄν 搭配直陈语气过去完成时 ἀπωλώλειτε)。

  2. 9.5ὃν τί οἴεσθε ποιήσειν

    关系代词与疑问句的融合结构:关系代词 ὃν(先行词为指代波利宇克托斯的 τούτῳ)充当不定式 ποιήσειν 的宾格逻辑主语,其间嵌入了直接疑问句 τί οἴεσθε(“你们以为[他]会做出什么”)。

  3. 9.6καὶ πρὸς ἅπασιν ὅτι

    πρὸς ἅπασιν 为成语性与格短语,意为“在一切之上”、“尤其是”。连词 ὅτι 引导一个说明性名词从句,进一步具体指明诸多辱骂(πολλὰ βλάσφημα)中最主要的一项指控。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:9.1-9.6