- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:10.1-10.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
福基翁辛辣地讽刺了虚伪的阿尔基比亚德和装病逃兵的阿里斯托革同,但他公私分明,毫不怀揣私怨,私下里反而对落难政敌施以援手,甚至前往狱中探视被判刑的阿里斯托革同。
ἦν δέ τις Ἀρχιβιάδης ἐπικαλούμενος Λακωνιστής, πώγωνά τε καθειμένος ὑπερφυῆ μεγέθει καὶ τρίβωνα φορῶν ἀεὶ καὶ σκυθρωπάζων τοῦτον ἐν βουλῇ θορυβούμενος ὁ Φωκίων ἐπεκαλεῖτο τῷ λόγῳ μάρτυν ἅμα καὶ βοηθόν, ὡς δὲ ἀναστὰς ἐκεῖνος ἃ πρὸς χάριν ἦν τοῖς Ἀθηναίοις συνεβούλευεν, ἁψάμενος αὐτοῦ τῶν γενείων· ὦ Ἀρχιβιάδη, εἶπε, τί οὖν οὐκ ἀπεκείρω;1
有个名叫阿尔基比亚德的人,绰号是“崇斯巴达者”,蓄着异常巨大的长须,总是穿着粗糙的斗篷,面容阴沉。在议事会中,福基翁遭到众人喧噪阻挠时,曾在言辞中呼唤此人作为自己的见证与支持者。然而,那人站起身来,提出的建议却是在讨好雅典人,福基翁便抚摸着他的胡须说道: “阿尔基比亚德啊,那你为何还不把胡子刮掉呢?”
Ἀριστογείτονος δὲ τοῦ συκοφάντου πολεμικοῦ μὲν ὄντος ἐν ταῖς ἐκκλησίαις καὶ παροξύνοντος ἐπὶ τὰς πράξεις τὸν δῆμον, ἐν δὲ τῷ καταλόγῳ προσελθόντος ἐπὶ βακτηρίᾳ τὼ σκέλη καταδεδεμένου, πόρρωθεν αὐτὸν ἀπὸ τοῦ βήματος ἰδὼν ὁ Φωκίων ἀνέκραγε· γράφε καὶ Ἀριστογείτονα χωλὸν καὶ πονηρόν. ὥστε θαυμάζειν ὅπως καὶ ὁπόθεν τραχὺς οὕτως ἀνὴρ καὶ σκυθρωπὸς ἐκτήσατο τὴν τοῦ χρηστοῦ προσηγορίαν.
又有密告者阿里斯托革同,在公民大会上极为主战并煽动民众采取军事行动,但在征兵名册点名时,他却拄着拐杖、双腿缠着绷带走来。福基翁从讲台上远远看见他,便高声喊道: “把阿里斯托革同也记上名册,注明是跛子兼恶棍!” 以至于人们惊奇于这样一个严酷而阴沉的人,究竟是如何以及从何处获得“善人”这一称号的。
ἔστι δέ, οἶμαι, χαλεπόν, οὐ μὴν ἀδύνατον, ὥσπερ οἶνον, καὶ ἄνθρωπον τὸν αὐτὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι· καθάπερ ἕτεροι πάλιν, φαινόμενοι γλυκεῖς, ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ βλαβερώτατοι. καίτοι φασὶν Ὑπερείδην ποτὲ εἰπεῖν πρὸς τὸν δῆμον, ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός, ἀλλʼ εἰ προῖκά εἰμι πικρός, ὥσπερ τῇ πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον, ὅσοι πρὸς ὕβριν καὶ φθόνον ἢ ὀργὴν ἢ φιλονεικίαν τινὰ χρῶνται τῷ δύνασθαι, τούτους δεδιότων καὶ προβαλλομένων τῶν πολλῶν.2
我认为,正如葡萄酒一样,同一个人既甘醇又干涩,虽属不易,却并非不可能;正如另有一些人,看似甜美,对交往者而言却最为令人不快且极具危害。不过,据说许珀里得斯曾对民众说过: “雅典的人们啊,不仅要看我是不是刻薄,还要看我是否不图私利地刻薄,”这就仿佛〔政客们〕仅仅会因贪婪而令人厌烦与痛苦,而不是大众更为惧怕和唾弃那些为了傲慢、嫉妒、愤怒或好胜之争而滥用权势的人。
Φωκίων τοίνυν ἔχθρᾳ μὲν οὐδένα τῶν πολιτῶν κακῶς ἐποίησεν, οὐδὲ ἐνόμιζεν ἐχθρόν ἀλλʼ ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι3 τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ κοινὸν καὶ φιλάνθρωπον ἑαυτὸν παρεῖχεν, ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις.
因此,福基翁从未出于私怨伤害过任何公民,也未曾将任何人视作敌人;他仅仅在需要压制那些阻挠他为祖国所推行政务之人的限度内,表现得严厉、不可强拗且毫无通融,但在其余的生活中,他却向所有人展现出温和、平易近人与仁慈,甚至在政敌失足时施以援手,在他们身处险境时并肩为其辩护。
ἐγκαλούντων δὲ τῶν φίλων ὅτι πονηρῷ τινι κρινομένῳ συνεῖπε, τοὺς χρηστοὺς ἔφη μὴ δεῖσθαι βοηθείας. Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μετὰ τὴν καταδίκην πέμψαντος καὶ δεηθέντος ἐλθεῖν πρὸς αὐτόν, ὑπακούσας ἐβάδιζεν εἰς τὸ δεσμωτήριον· οὐκ ἐώντων δὲ τῶν φίλων, ἐάσατε, εἶπεν, ὦ μακάριοι· ποῦ γὰρ ἄν τις ἥδιον Ἀριστογείτονι συμβάλοι;
当朋友们责备他为一个受审的恶棍辩护时,他便说正直之人并不需要帮助。而当密告者阿里斯托革同在被判罪之后派人前来恳求福基翁探访时,福基翁顺应其请求走向监狱;当朋友们试图阻拦他时,他说道: “放开我吧,可敬的朋友们;试问人们还有在什么地方与阿里斯托革同相见会更令人愉快的呢?”
- 10.1τί οὖν οὐκ ἀπεκείρω;
带有 τί οὐκ 的不定过去时直陈式习惯用法;字面上虽为“你为何没有剃掉”,但实际功能是表达迫切的建议或催促:“你为何不立即剃掉呢?”
- 10.3ὥσπερ τῇ πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον... τῶν πολλῶν
此处由 ὥσπερ 引导的宾格独立结构(ὄντας,其逻辑主语依语境为政客或演说家)与后文的属格独立结构(τῶν πολλῶν δεδιότων καὶ προβαλλομένων)形成对比。整句结构揭示出许珀里得斯的话预设了“唯有贪婪招人怨恨”,而实际上大众惧怕并排斥的是权力的滥用。
- 10.4ἀλλʼ ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι
限定短语 ὅσον ἔδει μόνον(“仅在必要的限度内”)修饰不定式 κατεξαναστῆναι(“挺身对抗/压制”)。该含有 κατά 的复合动词支配属格补足语 τῶν ἐνισταμένων(“抗拒者”),后者再由与格关系从句 οἷς ἔπραττεν(“对于他所推行的事务”)所修饰。
