- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:8.1-8.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
福基翁虽始终奉行和平路线,却未曾拉票便四十五次当选将军;雅典民众平日虽以巧言之士取乐,但在军政大任上仍起用最严厉的福基翁。他对德尔斐异见神谕的自我认领,以及面对民众鼓掌时怀疑自己失言的轶事,鲜明展现了他一贯的批判立场。
οὕτω δὲ συντάξας ἑαυτόν ἐπολιτεύετο μὲν ἀεὶ πρὸς εἰρήνην καὶ ἡσυχίαν, ἐστρατήγησε δὲ πλείστας οὐ μόνον τῶν καθʼ ἑαυτόν, ἀλλὰ καὶ τῶν πρὸ αὐτοῦ στρατηγίας, οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλʼ οὐδὲ φεύγων οὐδὲ ἀποδιδράσκων τῆς πόλεως καλούσης, ὁμολογεῖται γὰρ ὅτι πέντε καὶ τεσσαράκοντα στρατηγίας ἔλαβεν οὐδʼ ἅπαξ ἀρχαιρεσίοις παρατυχών, ἀλλʼ ἀπόντα μεταπεμπομένων αὐτὸν ἀεὶ καὶ χειροτονούντων,1 ὥστε θαυμάζειν τοὺς οὐκ εὖ φρονοῦντας τὸν δῆμον ὅτι, πλεῖστα τοῦ Φωκίωνος ἀντικρούοντος αὐτῷ καὶ μηδὲν εἰπόντος πώποτε μηδὲ πράξαντος πρὸς χάριν, ὥσπερ ἀξιοῦσι τοὺς βασιλεῖς τοῖς κόλαξι χρῆσθαι μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, ἐχρῆτο οὗτος2 τοῖς μὲν κομψοτέροις καὶ ἱλαροῖς ἐν παιδιᾶς μέρει δημαγωγοῖς, ἐπὶ δὲ τὰς ἀρχὰς ἀεὶ νήφων καὶ σπουδάζων τὸν αὐστηρότατον καὶ φρονιμώτατον ἐκάλει τῶν πολιτῶν καὶ μόνον ἢ μᾶλλον ταῖς βουλήσεσιν αὐτοῦ καὶ ὁρμαῖς ἀντιτασσόμενον.
在这样调整自己之后,他始终以和平与安宁为宗旨治理国政,然而他出任将军的次数不仅超过同代人,而且超过了在他之前的所有人。他既不宣布参选,也不拉票游说,但在城邦召唤时也从不躲避或退却。因为人们公认他曾四十五次获得将军之职,却未曾一次在选举集会上现身,而是民众在他缺席的情况下始终派人召他并以举手表决推选他。以至于那些不明事理的人对民众感到惊异:尽管福基翁在极多事情上与民众作对,且从未说过一句或做过一件讨好他们的话或事,民众对待那些较为伶俐风趣的煽惑家,正如人们认为国王在洗手水之后使用奉承者一样,纯系出于玩笑娱乐消遣之意;但在选任官职时,他们却始终清醒而严肃,召唤公民中最严厉、最明智,并且唯一或远甚于旁人地与他们的意愿和冲动相抗衡的人。
χρησμοῦ μὲν γὰρ ἐκ Δελφῶν ἀναγνωσθέντος ὅτι, τῶν ἄλλων Ἀθηναίων ὁμοφρονούντων, εἷς ἀνὴρ ἐναντία φρονοίη τῇ πόλει, παρελθὼν ὁ Φωκίων ἀμελεῖν ἐκέλευσεν, ὡς αὐτὸς ὢν ὁ ζητούμενος· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν τῶν πραττομένων. ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν· οὐ δή πού τι κακὸν λέγων ἐμαυτὸν λέληθα;3
事实上,当德尔斐的神谕被宣读,称“在其余雅典人万众一心之际,唯有一人持有与城邦相反的意见”时,福基翁走上前去,命众人不必介意,声称自己就是所要找的那个人;因为在所行诸事中,唯独他没有一件觉得满意。又有一次,当他向民众发表政见博得赞赏,看到众人全都一致接受这番话时,他转过身对朋友们说道: “莫非我竟在不知不觉中说了什么坏话不成?”
- 8.1ἀλλʼ ἀπόντα μεταπεμπομένων αὐτὸν ἀεὶ καὶ χειροτονούντων
属格分词 μεταπεμπομένων ... καὶ χειροτονούντων 构成独立属格结构,其逻辑主语(雅典公民们)因上下文自明而省略。宾格代词与分词 ἀπόντα ... αὐτόν 则作为这组属格分词的直接宾语。
- 8.2ὥσπερ ἀξιοῦσι τοὺς βασιλεῖς τοῖς κόλαξι χρῆσθαι μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, ἐχρῆτο οὗτος
比较从句中的 μετὰ τὸ κατὰ χειρὸς ὕδωρ(“洗手水之后”)源自宴饮习俗,指正餐洗手后进入饮宴阶段,此时方引奉承者与小丑助兴。主句动词 ἐχρῆτο 的主语 οὗτος 指代前文宾格结构(θαυμάζειν τοὺς οὐκ εὖ φρονοῦντας τὸν δῆμον ὅτι)中的 τὸν δῆμον(民众)。
- 8.3οὐ δή πού τι κακὸν λέγων ἐμαυτὸν λέληθα;
由 λανθάνω 与补充性分词(λέγων ... λέληθα)构成的固定句式,意为“在不自觉中做了某事”,反身代词 ἐμαυτόν 加强了自省意味。句首的 οὐ δή που 引出带有讽刺、疑虑或担忧语气的疑问句(“莫非……不成?”)。
