- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:7.1-7.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
福基翁仅驾一船便成功从各岛盟友处征得资金。他在沙布里亚斯死后耐心地包容教导其放荡之子,并反对当时讲台演说家与军中将领的割裂分立,立志重振伯里克利等人文武兼修的政治传统。
ἐκ τούτου λέγεται πέμποντος αὐτὸν ἐπὶ τὰς νησιωτικὰς συντάξεις τοῦ Χαβρίου καὶ ναῦς εἴκοσι διδόντος εἰπεῖν, εἰ μὲν ὡς πολεμήσων πέμποιτο, μείζονος δεῖν δυνάμεως, εἰ δὲ ὡς πρὸς συμμάχους, ἀρκεῖν ναῦν μίαν καὶ πλεύσαντα τῇ αὐτοῦ τριήρει καὶ διαλεχθέντα ταῖς πόλεσι καὶ συγγενόμενον τοῖς ἄρχουσιν ἐπιεικῶς καὶ ἀφελῶς καταπλεῦσαι1 μετὰ πολλῶν νεῶν, ἃς ἀπέστειλαν οἱ σύμμαχοι τὰ χρήματα τοῖς Ἀθηναίοις κομιζούσας.
自此以后,据说当沙布里亚斯派遣福基翁去征收岛屿捐款并打算拨给他二十艘船时,福基翁说:如果派他是为了作战,则需要更庞大的军队;但如果去往盟友那里,一艘船就足够了。于是他仅乘自己的一艘三列桨座战船航行,以温和而纯朴的态度与各城邦商榷并与长官交往,最终率领许多船只一同返航,这些船是盟友们派来为雅典人运送款项的。
οὐ μόνον δὲ ζῶντα τὸν Χαβρίαν θεραπεύων διετέλει καὶ τιμῶν, ἀλλὰ καὶ τελευτήσαντος αὐτοῦ τῶν προσηκόντων καλῶς ἐπεμελεῖτο, καὶ τὸν παῖδα Κτήσιππον ἐβούλετο μὲν ἄνδρα ποιεῖν ἀγαθόν, ἔμπληκτον δὲ ὁρῶν καὶ ἀνάγωγον ὅμως οὐκ ἀπεῖπεν ἐπανορθούμενος καὶ ἀποκρύπτων τὰ αἴσχη. πλὴν ἅπαξ λέγεται, παρενοχλοῦντος ἐν στρατείᾳ τινὶ τοῦ νεανίσκου καὶ κόπτοντος αὐτὸν ἐρωτήμασιν ἀκαίροις καὶ συμβουλίαις οἷον ἐπανορθουμένου καὶ παραστρατηγοῦντος,2 εἰπεῖν· ὦ Χαβρία, Χαβρία, μεγάλην γέ σοι χάριν ἐκτίνω τῆς φιλίας ὑπομένων σου τὸν υἱόν.
福基翁不仅在沙布里亚斯在世时始终尊奉他、敬重他,而且在其死后也妥善照顾他的亲属,并希望将他的儿子克特西普斯塑造成一个优秀之人。尽管看到克特西普斯反复无常且缺乏教养,福基翁仍未放弃纠正他并掩盖其丑行。只是有一次,据说在某次远征中,这位青年纠缠福基翁,并以不合时宜的发问和建议烦扰他,俨然是要指导他并在旁代行将领之职,福基翁便说道: “啊,沙布里亚斯,沙布里亚斯!我忍耐你的儿子,委实为你昔日的友谊偿还了一份厚礼!”
ὁρῶν δὲ τοὺς τὰ κοινὰ πράσσοντας τότε διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα,3 καὶ τοὺς μὲν λέγοντας ἐν τῷ δήμῳ καὶ γράφοντας μόνον, ὧν Εὔβουλος ἦν καὶ Ἀριστοφῶν καὶ Δημοσθένης καὶ Λυκοῦργος καὶ Ὑπερείδης, Διοπείθην δὲ καὶ Μενεσθέα καὶ Λεωσθένην καὶ Χάρητα τῷ στρατηγεῖν καὶ πολεμεῖν αὔξοντας ἑαυτούς, ἐβούλετο τὴν Περικλέους καὶ Ἀριστείδου καὶ Σόλωνος πολιτείαν ὥσπερ ὁλόκληρον καὶ διηρμοσμένην ἐν ἀμφοῖν ἀναλαβεῖν καὶ ἀποδοῦναι. καὶ γὰρ τῶν ἀνδρῶν ἐκείνων ἕκαστος ἐφαίνετο κατὰ τὸν Ἀρχίλοχον, "ἀμφότερον, θεράπων μὲν Ἐνυαλίοιο θεοῖο, καὶ Μουσέων ἐρατᾶν δῶρον ἐπιστάμενος·" καὶ τὴν θεὸν ἑώρα πολεμικήν τε ἅμα καὶ πολιτικὴν οὖσαν καὶ προσαγορευομένην.
福基翁看到当时主持政务的人们仿佛抽签分工一样割裂了将领之职与演说讲台,一部分人只在民众集会中发表演说和提出提案(其中有欧布鲁斯、阿里斯托丰、德摩斯梯尼、吕库古和许珀里得斯),而狄奥佩特斯、梅涅斯修斯、利奥斯梯尼和卡雷斯则通过统军征战来提升自身地位;于是他希望能将伯里克利、阿里斯提德和梭伦的政治作风作为在两个领域中完备而协和的整体重新承袭并恢复。因为在那时的福基翁看来,昔日的那些伟人正如阿尔基罗库斯所言,个个都是: “兼具两端:既是战神厄倪阿利俄斯的仆从, 又深谙缪斯女神们可喜的恩赐;” 而且他也看到,守护女神同时既是尚武的又是理政的,并被如此称呼。
- 7.1λέγεται πέμποντος αὐτὸν ἐπὶ τὰς νησιωτικὰς συντάξεις τοῦ Χαβρίου καὶ ναῦς εἴκοσι διδόντος εἰπεῖν, εἰ μὲν ... ἀρκεῖν ναῦν μίαν· καὶ πλεύσαντα ... καταπλεῦσαι
整个长句的骨架是由非人称动词 λέγεται 统辖两个并列的不定式 εἰπεῖν 与 καταπλεῦσαι。其逻辑主语(福基翁)在句首前置的属格独立结构(πέμποντος ... τοῦ Χαβρίου)中先体现为宾格宾语 αὐτόν,随后在第二个不定式 καταπλεῦσαι 前由三个阳性单数宾格分词 πλεύσαντα, διαλεχθέντα, συγγενόμενον 来承接和表明其主体身份。
- 7.2οἷον ἐπανορθουμένου καὶ παραστρατηγοῦντος
副词连词 οἷον(意为“仿佛、好像”)修饰属格分词 ἐπανορθουμένου 与 παραστρατηγοῦντος,刻画了青年(τοῦ νεανίσκου)自以为是、妄自尊大的主观态度。复合动词 παραστρατηγέω 形象地表示“在一旁擅自扮演将领/发号施令”。
- 7.3διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα
完成体分词 διῃρημένους 在此处作中间态理解,意为“(在彼此之间)瓜分/划分”,以 τὸ στρατήγιον καὶ τὸ βῆμα 作为直接宾语。虽然也可视为被动态并把两个名词短语看作关系宾格(“在将帅之职与讲台方面被分割”),但后文紧接着描写两派各自主动钻营特定职权,因此中间态的解读更为贴切。
