- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:6.1-6.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述年轻的福基翁随侍将领沙布里亚斯并纠正其过激性格,以及在纳克索斯海战中统领左翼立下战功、赢得声望与信任的经过。
νέος δὲ ὢν Χαβρίᾳ προσέμιξεν ἑαυτὸν τῷ στρατηγῷ καὶ παρείπετο, πολλὰ μὲν εἰς ἐμπειρίαν τῶν πολεμικῶν ὠφελούμενος, ἔστι δὲ ἐν οἷς1 ἐπανορθούμενος τήν ἐκείνου φύσιν ἀνώμαλον οὖσαν καὶ ἄκρατον. νωθρὸς γὰρ ὢν ὁ Χαβρίας καὶ δυσκίνητος ἄλλως2 ἐν αὐτοῖς τοῖς ἀγῶσιν ὤργα καὶ διεπυροῦτο τῷ θυμῷ καὶ συνεξέπιπτε τοῖς θρασυτάτοις παραβολώτερον, ὥσπερ ἀμέλει καὶ κατέστρεψε τόν βίον ἐν Χίῳ πρῶτος εἰσελάσας τῇ τριήρει καὶ βιαζόμενος πρὸς τήν ἀπόβασιν.
年轻时的福基翁依附于将领沙布里亚斯并随行其侧,他在战事经验上获益良多,同时也在某些事情上纠正后者那不平稳且过激的脾性。因为沙布里亚斯平日里迟缓而难以发动,但在具体的战斗中却狂热起来,被怒火点燃,与最勇猛之徒一同过于不顾危险地冲锋陷阵;正如他确实在希奥斯岛驾着三列桨座战船率先突入、强行登陆而丧命那样。
ἀσφαλὴς οὖν ἅμα καὶ δραστήριος ὁ Φωκίων φαινόμενος τήν τε μέλλησιν ἀνεθέρμαινε τοῦ Χαβρίου, καὶ πάλιν ἀφῄρει τήν ἄκαιρον ὀξύτητα τῆς ὁρμῆς. ὅθεν εὐμενὴς ὢν ὁ Χαβρίας καὶ χρηστός, ἠγάπα καὶ προῆγεν αὐτὸν ἐπὶ πράξεις καὶ ἡγεμονίας, γνώριμον ποιῶν τοῖς Ἕλλησι, καὶ τὰ πλείστης ἄξια σπουδῆς ἐκείνῳ χρώμενος. κἀκ τῆς περὶ Νάξον ναυμαχίας ὄνομα καὶ δόξαν οὐ μικρὰν Φωκίωνι περιεποίησε· τοῦ γὰρ εὐωνύμου κέρως ἀπέδωκεν αὐτῷ τήν ἡγεμονίαν, καθʼ ὃ καὶ τήν μάχην ὀξεῖαν εἶχεν ὁ ἀγὼν καὶ κρίσιν ἐποίησε ταχεῖαν.3
于是,福基翁既显沉稳又显干练,他既温暖鼓舞沙布里亚斯的迟疑,又削平其冲动的不合时宜的剧烈。因此,生性友善且仁厚的沙布里亚斯十分喜爱他,提拔他担任各项行动与统帅之责,让他在希腊人中扬名,并在最值得重视的事情上任用他。在纳克索斯海战中,他也为福基翁赢得了不小的声誉与荣耀;因为他将左翼的指挥权交给了福基翁,正是在那里战局厮杀得异常惨烈,并迅速决出了胜负。
πρώτην οὖν ἐκείνην ναυμαχίαν ἡ πόλις αὐτὴ διʼ αὑτῆς ἀγωνισαμένη τοῖς Ἕλλησι μετὰ τήν ἅλωσιν, καὶ κατατυχοῦσα, τόν τε Χαβρίαν ὑπερηγάπησε καὶ τοῦ Φωκίωνος ὡς ἀνδρὸς ἡγεμονικοῦ λόγον ἔσχεν. ἐνίκων δὲ μεγάλοις μυστηρίοις· καὶ παρεῖχεν οἰνοχόημα Χαβρίας Ἀθηναίοις καθʼ ἕκαστον ἐνιαυτὸν τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος.
因此,由于这是雅典城在沦陷之后完全凭自身力量与希腊人交战并取得胜利的第一场海战,城邦极度喜爱沙布里亚斯,也将福基翁视作堪当大任的领袖之才。他们获胜之时正值盛大秘仪;此后沙布里亚斯每年都在伯德罗米翁月的第十六日向雅典人提供酒水招待。
- 6.1ἔστι δὲ ἐν οἷς
成语化表达 ἔστιν οἷς 的介词短语形式,意为“在某些方面”或“有时”。动词 ἔστι 为固定单数的非人称用法,统领包含先行词的关系从句(ἐν τούτοις ἅ),作为副词性短语修饰分词 ἐπανορθούμενος。
- 6.1ἄλλως
副词 ἄλλως 在此意为“在平日里”或“在其他方面”,修饰前面的 νωθρὸς καὶ δυσκίνητος(迟缓而难以调动),并与后文的 ἐν αὐτοῖς τοῖς ἀγῶσιν(在实际的战斗中)形成对比。虽然该词在其他语境中可作“徒然”解,但此处语境明确强调平时与战时截然相反的行事作风。
- 6.2καθʼ ὃ καὶ τήν μάχην ὀξεῖαν εἶχεν ὁ ἀγὼν καὶ κρίσιν ἐποίησε ταχεῖαν
关系代词 ὅ 的先行词为中性名词短语 τοῦ εὐωνύμου κέρως(左翼)。介词短语 καθʼ ὅ 表处所,意为“在该(左翼)位置上”,引出后续说明该处战况激烈并迅速决出胜负的从句。
