- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过与沙雷斯、波吕尤克托斯及德摩斯梯尼等人的轶事,展现了福基翁冷峻外貌与温和内心的反差,以及其高度精炼、言简意赅的雄辩风格。
τῷ δὲ ἤθει προσηνέστατος ὢν καὶ φιλανθρωπότατος ἀπὸ τοῦ προσώπου δυσξύμβολος ἐφαίνετο καὶ σκυθρωπός, ὥστε μὴ ῥᾳδίως ἄν τινα μόνον ἐντυχεῖν αὐτῷ τῶν ἀσυνήθων,1 διὸ καὶ Χάρητί ποτε πρὸς τὰς ὀφρῦς αὐτοῦ λέγοντι τῶν Ἀθηναίων ἐπιγελώντων, οὐδὲν, εἶπεν, αὕτη ὑμᾶς λελύπηκεν ἡ ὀφρύς· ὁ δὲ τούτων γέλως πολλὰ κλαῦσαι τὴν πόλιν πεποίηκεν.
他在性情上极其和蔼且富有人情味,但在面容上却显得难以亲近且神情严峻,以至于那些与他不相识的人几乎没人敢独自去见他。因此,有一次沙雷斯取笑他的双眉,引得雅典人哄堂大笑时,他说道: “在任何事上, 这双眉毛从未给你们带来痛苦;然而这些人的笑声,却让城邦流尽了无数眼泪。”
ὁμοίως δέ πως τοῦ Φωκίωνος καὶ ὁ λόγος ἦν ἐπὶ χρηστοῖς εὐτυχήμασι καὶ διανοήμασι σωτήριος, προστακτικήν τινα καὶ αὐστηρὰν καὶ ἀνήδυντον ἔχων βραχυλογίαν. ὡς γὰρ ὁ Ζήνων ἔλεγεν ὅτι δεῖ τὸν φιλόσοφον εἰς νοῦν ἀποβάπτοντα προφέρεσθαι τὴν λέξιν, οὕτως ὁ Φωκίωνος λόγος πλεῖστον ἐν ἐλαχίστῃ λέξει νοῦν εἶχε. καὶ πρὸς τοῦτο ἔοικεν ἀπιδὼν ὁ Σφήττιος Πολύευκτος εἰπεῖν ὅτι ῥήτωρ μὲν ἄριστος εἴη Δημοσθένης, εἰπεῖν δὲ δεινότατος2 ὁ Φωκίων.
同样,福基翁的演说也基于良善的机运与谋虑而具有拯救之功,带着一种号令般、严肃且不尚辞藻的简短干练。正如芝诺所言,哲学家应当将词句浸润在思想中之后再吐露出来,福基翁的演说正是在极少的词句中包蕴了最多的思想。斯斐托斯的波吕尤克托斯似乎也是鉴于这一点才说道:德摩斯梯尼确实是最优秀的雄辩家,但在演讲的强悍威力上,福基翁才是最可怕的。
ὡς γὰρ ἡ τοῦ νομίσματος ἀξία πλείστην ἐν ὄγκῳ βραχυτάτῳ δύναμιν ἔχει, οὕτω λόγου δεινότης ἐδόκει πολλὰ σημαίνειν ἀπʼ ὀλίγων, καὶ μέντοι καὶ αὐτόν ποτε τὸν Φωκίωνά φασι πληρουμένου τοῦ θεάτρου περιπατεῖν ὑπὸ σκηνήν αὐτόν ὄντα πρὸς ἑαυτῷ τὴν διάνοιαν3 εἰπόντος δέ τινος τῶν φίλων, σκεπτομένῳ, Φωκίων, ἔοικας, ναὶ μὰ τὸν Δία, φάναι, σκέπτομαι εἴ τι δύναμαι τοῦ λόγου ἀφελεῖν ὃν μέλλω λέγειν πρὸς Ἀθηναίους.
正如钱币的价值在极微小的体积中蕴含最大的效力,言辞的高超也被认为在于以少言表达多意。甚至据说有一次剧场坐满观众时,福基翁独自在舞台后走动,全神贯注地沉思;一位朋友便说道: “福基翁,你看起来像是在沉思。” 他答道: “凭宙斯起誓,确实如此;我正在思考,能否把我准备向雅典人讲的这篇演说再删减去几分。”
ὁ δὲ Δημοσθένης τῶν μὲν ἄλλων κατεφρόνει πολὺ ῥητόρων, ἀνισταμένου δὲ Φωκίωνος εἰώθει λέγειν ἀτρέμα πρὸς τοὺς φίλους, ἡ τῶν ἐμῶν λόγων κοπὶς πάρεστιν. ἀλλὰ τοῦτο μὲν ἴσως πρὸς τὸ ἦθος ἀνοιστέον ἐπεὶ καὶ ῥῆμα καὶ νεῦμα μόνον ἀνδρὸς ἀγαθοῦ μυρίοις ἐνθυμήμασι καὶ περιόδοις ἀντίρροπον ἔχει πίστιν.
德摩斯梯尼虽然十分轻视其他雄辩家,但在福基翁起立时,却常常悄声对朋友们说: “劈砍我演说的斩骨刀到了。” 然而,这或许应当归功于他的品性;因为一位良善之士仅仅一句言辞或一个颔首,其具备的信服力就足以匹敌成千上万条推论与华美的长篇排句。
- 5.1ὥστε μὴ ῥᾳδίως ἄν τινα μόνον ἐντυχεῖν αὐτῷ τῶν ἀσυνήθων
由 ὥστε 引导的结果从句与表示潜势的 ἄν 及不定式 ἐντυχεῖν 结合,表示假想或潜势的结果(“以至于不熟悉他的人几乎没有人敢/会独自去见他”)。否定词 μή 是不定式结构的常规用法。
- 5.2εἰπεῖν δὲ δεινότατος
不定式 εἰπεῖν 用作形容词 δεινότατος(“最可怕的、最具威力的”)之后的限制性/说明性不定式(epexegetical infinitive),限定其威力的领域(“在言说方面”)。这与前文的 ῥήτωρ μὲν ἄριστος(“最优秀的演说家”)相对照,将形式上的修辞家与实际口辩上的压倒性力量区分开来。
- 5.3αὐτόν ὄντα πρὸς ἑαυτῷ τὴν διάνοιαν
介词短语 πρὸς ἑαυτῷ εἶναι 为习语,意为“沉浸于自身中/沉思”。其后的宾格 τὴν διάνοιαν 作关系宾格(accusative of respect),限定沉思的范围在于“在思想/思绪上”。
