- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:4.1-4.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了福基翁出身于手工业者低微家庭的说法,指出他曾在学园接受良好教育,并记述了他极其节制而坚韧的生活习惯。
τὸ μὲν οὖν Κάτωνος ὡμολόγηται γένος ἐκ λαμπρῶν ὑπάρχειν, ὡς λεχθήσεται· Φωκίωνα δὲ τεκμαίρομαι μὴ παντάπασιν εἶναι γένους ἀτίμου καὶ καταπεπτωκότος. εἰ γὰρ ἦν, ὥς φησιν Ἰδομενεύς, δοιδυκοποιοῦ πατρός, οὐκ ἂν ἐν τῷ λόγῳ Γλαύκιππος ὁ Ὑπερείδου μυρία συνειλοχὼς καὶ εἰρηκὼς κατʼ αὐτοῦ κακὰ τὴν δυσγένειαν παρῆκεν, οὐδʼ ἂν οὕτως ἐλευθερίου βίου καὶ σώφρονος παιδείας μετέσχεν1 ὥστε τῆς Πλάτωνος ἔτι μειράκιον ὤν, ὕστερον δὲ τῆς Ξενοκράτους διατριβῆς, ἐν Ἀκαδημείᾳ μετασχεῖν, καὶ τῶν ἀρίστων ἐξ ἀρχῆς ἐπιτηδευμάτων ζηλωτὴς γενέσθαι.
关于加图的出身,众所周知他是源自显赫的门第,正如后文将谈到的;至于福基翁,我推测他绝非出身于卑微而破落的家族。因为若真如伊多墨纽斯所言,他是一个制造擂槌之人的儿子,那么许珀里得斯之子格劳基普斯在演讲中收集并说出了无数针对他的恶言时,绝不会漏掉他出身卑贱这一点;福基翁也不可能享有如此适于自由民的生活与得体克制的教育,以至于尚在年轻时便能在学园中参与柏拉图的讲习,其后又参与色诺克拉底的讲习,并从一开始就成为最优秀行止的追求者。
Φωκίωνα γὰρ οὔτε γελάσαντά τις οὔτε κλαύσαντα ῥᾳδίως Ἀθηναίων εἶδεν,2 οὐδʼ ἐν βαλανείῳ δημοσιεύοντι λουσάμενον, ὡς ἱστόρηκε Δοῦρις, οὐδὲ ἐκτὸς ἔχοντα τὴν χεῖρα τῆς περιβολῆς, ὅτε τύχοι περιβεβλημένος, ἐπεὶ κατά γε τὴν χώραν καὶ τὰς στρατείας ἀνυπόδητος ἀεὶ καὶ γυμνὸς ἐβάδιζεν,3 εἰ μὴ ψῦχος ὑπερβάλλον εἴη καὶ δυσκαρτέρητον, ὥστε καὶ παίζοντας ἤδη τοὺς στρατευομένους σύμβολον μεγάλου ποιεῖσθαι χειμῶνος ἐνδεδυμένον Φωκίωνα.4
确实,雅典人中未曾有人轻易见过福基翁发笑或哭泣,正如杜里斯所记载的,既未见他在公共浴场沐浴,也未见他在披上外衣时将手露在衣服外面;因为无论是在乡下还是在出征时,除非是严寒难耐,他总是赤足且不穿外袍行走,以至于出征的士兵们已经开玩笑地把“福基翁穿上衣服”作为严冬来临的标志。
- 4.1εἰ γὰρ ἦν... οὐκ ἂν... παρῆκεν, οὐδʼ ἂν... μετέσχεν
此句为与过去事实相反的虚拟条件句,条件从句使用未完成过去时直陈式(ἦν),两个结果主句使用不定过去时直陈式加 ἄν(παρῆκεν, μετέσχεν),表示“如果他曾是……,他就不会忽略……,也不会得以享受到……”。
- 4.2οὔτε γελάσαντά τις οὔτε κλαύσαντα ῥᾳδίως Ἀθηναίων εἶδεν
否定词 οὔτε 与副词 ῥᾳδίως 结合,字面意为“不容易……”,实际引申为“极少、罕见(见到)”。动词 εἶδεν 与主格代词 τις 构成主谓,Ἀθηναίων 为部分属格,其后支配若干宾格分词(γελάσαντα, κλαύσαντα 等)作为知觉动词的补足语。
- 4.2ἀνυπόδητος ἀεὶ καὶ γυμνὸς ἐβάδιζεν
形容词 γυμνός 在此并非指字面意义上的完全赤裸,而是古希腊语中的常见用法,指“仅着内袍(chiton)而未穿外披(himation)”。后文中以“穿上外衣”(ἐνδεδυμένον)作为反常的严冬标志正印证了这一点。
- 4.2σύμβολον μεγάλου ποιεῖσθαι χειμῶνος ἐνδεδυμένον Φωκίωνα
动词 ποιεῖσθαι 的双重宾格结构:ἐνδεδυμένον Φωκίωνα 作直接宾语,σύμβολον μεγάλου χειμῶνος 作宾语补足语。分词 ἐνδεδυμένον 与专有名词一致,整体相当于一个事件(“福基翁穿上外衣这件事”)。
