← 普鲁塔克

福基翁传

§3.1-3.5

作为不合时令之果的小加图与福基翁的德性比较

普鲁塔克将因过于刚直而不合时宜的小加图比作不合时令的果实,并引出加图与福基翁之间的德性比较,指出二人虽在细微处各有千秋,其品格却展现出高度调和与一致的质色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ταῦτα δὲ καὶ Κάτωνι τῷ νέῳ συνέβη, καὶ γὰρ οὗτος οὐ πιθανὸν ἔσχεν οὐδὲ προσφιλὲς ὄχλῳ τὸ ἦθος, οὐδὲ ἤνθησεν ἐν τῇ πολιτείᾳ πρὸς χάριν· ἀλλʼ ὁ μὲν Κικέρων φησὶν αὐτὸν ὥσπερ ἐν τῇ Πλάτωνος πολιτείᾳ καὶ οὐκ ἐν τῇ Ῥωμύλου πολιτευόμενον ὑποστάθμῃ1 τῆς ὑπατείας ἐκπεσεῖν, ἐμοὶ δὲ ταὐτὸ δοκεῖ παθεῖν τοῖς μὴ καθʼ ὥραν ἐκφανεῖσι καρποῖς.2

这些事同样发生在小加图身上;因为他也并未拥有对民众具有说服力或讨人喜欢的性情,在政坛上也未曾靠曲意迎合而飞黄腾达。西塞罗固然说他是因为行事仿佛身处柏拉图的理想国而非罗慕路斯的糟粕之中才落选执政官,但在我看来,他的遭遇倒像是那些不合时令而结出的果实。

§3.2

ὡς γὰρ ἐκείνους ἡδέως ὁρῶντες καὶ θαυμάζοντες οὐ χρῶνται, οὕτως ἡ Κάτωνος ἀρχαιοτροπία διὰ χρόνων πολλῶν ἐπιγενομένη βίοις διεφθορόσι καὶ πονηροῖς ἔθεσι δόξαν μὲν εἶχε μεγάλην καὶ κλέος, οὐκ ἐνήρμοσε δὲ ταῖς χρείαις διὰ βάρος καὶ μέγεθος τῆς ἀρετῆς ἀσύμμετρον τοῖς καθεστῶσι καιροῖς.

因为人们欣喜地观赏并赞叹那些果实,却不会食用它们;加图那种在漫长岁月之后于腐化的生活与恶劣的风俗中复现的古风亦是如此,虽享有极大的声望与显赫的名声,却因其德性的厚重与崇高与当下的时局极不相称,而无法适应现实的需要。

§3.3

καὶ γὰρ αὐτὸς οὐ κεκλιμένης μὲν ἤδη τῆς πατρίδος, ὥσπερ ὁ Φωκίων, πολὺν δὲ χειμῶνα καὶ σάλον ἐχούσης, ὅσον ἱστίων καὶ κάλων ἐπιλαβέσθαι καὶ παραστῆναι τοῖς πλέον δυναμένοις πολιτευσάμενος, οἰάκων δὲ καὶ κυβερνήσεως ἀπωσθείς, ὅμως μέγαν ἀγῶνα τῇ τύχῃ περιέστησεν. εἷλε μὲν γὰρ καὶ κατέβαλε τὴν πολιτείαν διʼ ἄλλους, μόλις δὲ καὶ βραδέως καὶ χρόνῳ πολλῷ καὶ παρὰ μικρὸν ἐλθοῦσαν περιγενέσθαι διὰ Κάτωνα3 καὶ τὴν Κάτωνος ἀρετήν· ᾗ παραβάλλομεν τὴν Φωκίωνος, οὐ κατὰ κοινὰς ὁμοιότητας, ὡς ἀγαθῶν καὶ πολιτικῶν ἀνδρῶν ἔστι γὰρ ἀμέλει καὶ ἀνδρείας διαφορὰ πρὸς ἀνδρείαν, ὡς τῆς Ἀλκιβιάδου πρὸς τὴν Ἐπαμεινώνδου, καὶ φρονήσεως πρὸς φρόνησιν, ὡς τῆς Θεμιστοκλέους πρὸς τὴν Ἀριστείδου, καὶ δικαιοσύνης πρὸς δικαιοσύνην, ὡς τῆς Νομᾶ πρὸς τὴν Ἀγησιλάου.

确实,加图自己也是在他的祖国尚未如福基翁时代那样已然倾覆、但正处于巨大的风浪与颠簸之中时,投身于国政,其程度仅仅在于拉住帆索并协助那些更有权势之人,虽被排斥在舵柄与掌舵权之外,却依然向命运发起了顽强的抗争。因为命运虽借他人之手攻占并颠覆了政权,但由于加图和加图的德性,命运也是历经艰难、迟缓、耗费良久,且在城邦差一点反败为胜之际,才得以将其制服;我们正是将福基翁的德性与加图的德性相比较,而不是基于他们同为善人与政界人物的泛泛相似。因为即便在勇气与勇气之间,也显然存在差异,如阿尔基比亚德斯的勇气之于伊巴密浓达的勇气;明智与明智之间亦然,如地米斯托克利的明智之于阿里斯提德的明智;正义与正义之间亦然,如努马的正义之于阿格西劳斯的正义。

§3.5

τούτων δὲ τῶν ἀνδρῶν αἱ ἀρεταὶ μέχρι τῶν τελευταίων καὶ ἀτόμων διαφορῶν ἕνα χαρακτῆρα καὶ μορφὴν καὶ χρῶμα κοινὸν ἤθους ἐγκεκραμένον ἐκφέρουσιν, ὥσπερ ἴσῳ μέτρῳ μεμιγμένου πρὸς τὸ αὐστηρὸν τοῦ φιλανθρώπου4 καὶ πρὸς τὸ ἀσφαλὲς τοῦ ἀνδρείου, καὶ τῆς ὑπὲρ ἄλλων μὲν κηδεμονίας, ὑπὲρ αὐτῶν δὲ ἀφοβίας, καὶ πρὸς μὲν τὸ αἰσχρὸν εὐλαβείας, πρὸς δὲ τὸ δίκαιον εὐτονίας συνηρμοσμένης ὁμοίως· ὥστε λεπτοῦ πάνυ λόγου δεῖσθαι καθάπερ ὀργάνου πρὸς διάκρισιν καὶ ἀνεύρεσιν τῶν διαφερόντων.

然而这两位男子的德性,即便深入到最细微且不可分割的差异之中,也呈现出一种混合于其性情之中的单一品格、形貌与共同色彩,仿佛仁爱与严厉以均等的尺度相融,勇敢与谨慎相融,为他人操劳与为自身毫无畏惧相融,对可耻之事的警惕与对正义之事的果敢同样协调一致;以至于需要极其精微的言论分析犹如精密工具一般,才能辨明并发现两者之间的差异。

语法注4 条
  1. 3.1ἐν τῇ Ῥωμύλου πολιτευόμενον ὑποστάθμῃ

    此处化用了西塞罗致阿提库斯书信(Att. 2.1.8)中的名言。ὑποστάθμη 意为沉淀物、糟粕,与“柏拉图的理想国”形成鲜明对比,意指加图行事宛如在理想国度,而非身处现实中堕落败坏的罗马(罗慕路斯的糟粕)。

  2. 3.1ταὐτὸ δοκεῖ παθεῖν τοῖς μὴ καθʼ ὥραν ἐκφανεῖσι καρποῖς

    ταὐτό 为不定式 παθεῖν 的宾语,与格短语 τοῖς ... καρποῖς 受表示相同的 ὁ αὐτός 支配,作比较/伴随与格。意为“遭受与不合时令结出的果实相同的命运”,以此比喻加图受人赞赏却不合时用的处境。

  3. 3.3εἷλε μὲν γὰρ καὶ κατέβαλε τὴν πολιτείαν διʼ ἄλλους, μόλις δὲ καὶ βραδέως καὶ χρόνῳ πολλῷ καὶ παρὰ μικρὸν ἐλθοῦσαν περιγενέσθαι διὰ Κάτωνα

    该句的主语承前句中的 ἡ τύχη(命运)。εἷλε 与 κατέβαλε 的宾语是 τὴν πολιτείαν。随后的 μόλις δὲ 分句承前省略动词 εἷλε 与 κατέβαλε,宾格分词 ἐλθοῦσαν 修饰 τὴν πολιτείαν,不定式 περιγενέσθαι 从属于短语 παρὰ μικρὸν ἐλθοῦσαν(意为“城邦差一点反败为胜/挺过来”)。全句表明,命运虽借他人之手覆灭了共和国,但由于加图的阻击,命运历尽迟延,且在城邦险些获胜之时方才艰难克敌。

  4. 3.5ὥσπερ ἴσῳ μέτρῳ μεμιγμένου πρὸς τὸ αὐστηρὸν τοῦ φιλανθρώπου

    μεμιγμένου 为中性单数属格被动分词,以中性名词化的属格 τοῦ φιλανθρώπου(及随后的 τοῦ ἀνδρείου)为主语构成独立属格结构(与后文的 συνηρμοσμένης 独立属格并列),并与 πρὸς τὸ αὐστηρόν 连用,表示“宛如仁爱以同等的比例与严厉相调和”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:3.1-3.5