- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:37.1-37.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了福基翁在宙斯节庆日被处决所引发的民众哀戚与道德谴责,仇敌驱逐其遗体的法令,以及其妻子秘密火化遗体并将骨灰安葬于炉灶旁的过程。
ἦν δὲ ἡμέρα μηνὸς Μουνυχιῶνος ἐνάτη ἐπὶ δέκα, καὶ τῷ Διῒ τὴν πομπὴν πέμποντες οἱ ἱππεῖς παρεξῄεσαν ὧν οἱ μὲν ἀφείλοντο τοὺς στεφάνους, οἱ δὲ πρὸς τὰς θύρας δεδακρυμένοι τῆς εἱρκτῆς ἀπέβλεψαν. ἐφάνη δὲ τοῖς μὴ παντάπασιν ὠμοῖς καὶ διεφθαρμένοις ὑπʼ ὀργῆς καὶ φθόνου τὴν ψυχὴν, ἀνοσιώτατον γεγονέναι τὸ μηδʼ ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, μηδὲ καθαρεῦσαι δημοσίου φόνου τὴν πόλιν ἑορτάζουσαν.1
那天正是穆尼基翁月十九日,骑兵们正护送献给宙斯的行进队伍经过;他们中有人摘下花冠,有人眼含泪水凝望着监狱的大门。在那些并非彻底残忍、灵魂亦未被愤怒与嫉妒所腐蚀的人看来,当局连那一天都不肯推迟行刑,未能让正在庆祝节日的城邦免受公然杀戮的玷污,实在是极其大逆不道之事。
οὐ μὴν ἀλλʼ ὥσπερ ἐνδεέστερον ἠγωνισμένοις τοῖς ἐχθροῖς ἔδοξε2 καὶ τὸ σῶμα τοῦ Φωκίωνος ἐξορίσαι καὶ μηδὲ πῦρ ἐναῦσαι μηδένα πρὸς τὴν ταφὴν Ἀθηναίων, διὸ φίλος μὲν οὐδεὶς ἐτόλμησεν ἅψασθαι τοῦ σώματος, Κωνωπίων δέ τις, ὑπουργεῖν εἰθισμένος τὰ τοιαῦτα μισθοῦ, κομισθέντα τὸν νεκρὸν ὑπὲρ τὴν Ἐλευσῖνα, πῦρ λαβὼν ἐκ τῆς Μεγαρικῆς, ἔκαυσεν.
然而,敌人们仿佛觉得自己的斗争还不够彻底,竟又决意将福基翁的尸骨驱逐出国境,并下令雅典人中不得有任何人为了下葬他而引燃火种。因此,没有一个友人敢于触碰这具遗体;唯有一个名叫科诺皮翁的人,此人向来以收受报酬承揽这类杂务为生,在尸体被运往厄琉息斯境外后,他从墨加拉境内取火将其火化。
ἡ δὲ γυνὴ παροῦσα μετὰ τῶν θεραπαινίδων ἔχωσε μὲν αὐτόθι χῶμα κενὸν καὶ κατέσπεισεν, ἐνθεμένη δὲ τῷ κόλπῳ τὰ ὀστᾶ καὶ κομίσασα νύκτωρ εἰς τὴν οἰκίαν κατώρυξε παρὰ τὴν ἑστίαν, εἰποῦσα· σοὶ, ὦ φίλη ἑστία, παρακατατίθεμαι ταῦτα ἀνδρὸς ἀγαθοῦ λείψανα· σὺ δὲ αὐτὰ τοῖς πατρῴοις ἀπόδος ἠρίοις, ὅταν Ἀθηναῖοι σωφρονήσωσι.
福基翁的妻子带着侍女们在场,在当地筑起了一座空冢并奠酒致祭,随后将遗骨藏在怀中,趁夜运回宅中,埋在炉灶之旁,说道: “亲爱的炉灶啊,我将善人的这些遗骸托付于你;待到雅典人恢复理智之时,你当将它们归还到他祖先的坟墓中去。”
- 37.1ἐφάνη δὲ τοῖς μὴ παντάπασιν ὠμοῖς καὶ διεφθαρμένοις ὑπʼ ὀργῆς καὶ φθόνου τὴν ψυχὴν, ἀνοσιώτατον γεγονέναι τὸ μηδʼ ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, μηδὲ καθαρεῦσαι δημοσίου φόνου τὴν πόλιν ἑορτάζουσαν.
主动词 ἐφάνη 的主语是由定冠词引导的不定式短语 τὸ μηδʼ ἐπισχεῖν ... μηδὲ καθαρεῦσαι,ἀνοσιώτατον γεγονέναι 为间接引语中的表语补足(“……被认为是最不虔敬之事”)。分词短语 τοῖς μὴ ... διεφθαρμένοις 是表示判断者的与格,τὴν ψυχήν 为限制宾格。ἐπισχεῖν 既可作及物动词并以 τὴν ἡμέραν ἐκείνην 为直接宾语(意为“对那一日予以推迟/搁置”),亦可作不及物动词与表时间的宾格连用(意为“在那一日停手暂停”)。καθαρεῦσαι 引出分离属格 δημοσίου φόνου(“免于受公然流血的玷污”),以 τὴν πόλιν ἑορτάζουσαν 为不定式的主语宾格。
- 37.2ὥσπερ ἐνδεέστερον ἠγωνισμένοις τοῖς ἐχθροῖς ἔδοξε
τοῖς ἐχθροῖς 是非人称动词 ἔδοξε(“仇敌们决意/认为”)所要求的与格,分词短语 ὥσπερ ἐνδεέστερον ἠγωνισμένοις 在性、数、格上与之完全一致。ἠγωνισμένοις 是 ἀγωνίζομαι 的中动/被动完成时分词:作中动解时意为“仿佛他们(针对他)的斗争还不够彻底”,作被动解时意为“仿佛(对他的惩罚或较量)进行得尚不充分”。无论哪种解法,均表现出仇敌们认为单单处死福基翁仍嫌不够尽兴的报复心理。
