← 普鲁塔克

福基翁传

§36.1-36.4

押赴狱中与福基翁从容受死

死刑犯被押往监狱途中,福基翁神色自若面对侮辱与同伴的哀叹,嘱托儿子莫怨雅典人,应允挚友先饮毒药的请求,并在毒药不足时命人向狱吏付钱以完成行刑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

ὡς οὖν διαλύσαντες τὴν ἐκκλησίαν ἦγον εἰς τὸ δεσμωτήριον τοὺς ἄνδρας, οἱ μὲν ἄλλοι, περιπλεκομένων τῶν φίλων αὐτοῖς καὶ οἰκείων, ὀδυρόμενοι καὶ καταθρηνοῦντες ἐβάδιζον, τὸ δὲ Φωκίωνος πρόσωπον οἷον ὅτε στρατηγῶν ἀπʼ ἐκκλησίας προὐπέμπετο βλέποντες,1 ἐθαύμαζον τὴν ἀπάθειαν καὶ μεγαλοψυχίαν τοῦ ἀνδρός.

于是,当公民大会解散、众人押解他们前往监狱时,其他人都在亲友拉扯依附下痛哭哀号前行;然而当人们看到福基翁的神色与他当年身为将军自公民大会受人护送离开时毫无二致,无不惊叹于此人的沉着与豁达。

§36.2

οἱ δὲ ἐχθροὶ κακῶς ἔλεγον παρατρέχοντες εἷς δὲ καὶ προσέπτυσεν ἐξεναντίας προσελθών. ὅτε καὶ τὸν Φωκίωνα λέγεται βλέψαντα πρὸς τοὺς ἄρχοντας εἰπεῖν οὐ παύσει τις ἀσχημονοῦντα τοῦτον;2 ἐπεὶ δὲ Θούδιππος ἐν τῷ δεσμωτηρίῳ γενόμενος καὶ τὸ κώνειον ὁρῶν τριβόμενον ἠγανάκτει καὶ κατέκλαιε τὴν συμφοράν, ὡς οὐ προσηκόντως τῷ Φωκίωνι συναπολλύμενος, εἶτα οὐκ ἀγαπᾷς, εἶπεν, ὅτι μετὰ Φωκίωνος ἀποθνῄσκεις;

然而仇敌们却在旁奔跑辱骂,甚至有一人迎面走来啐了他一口。据说此时福基翁看着官员们说道: “难道没有人制止这个举止丑恶的家伙吗?” 当图迪普斯进入监狱,看到毒参草正在研磨,便愤懑不平地为自己的遭遇悲泣,声称自己是不公地受牵连而与福基翁同归于尽。福基翁便说道: “难道与福基翁一同赴死,你还不心满意足吗?”

§36.3

ἐρομένου δέ τινος τῶν φίλων εἴ τι πρὸς Φῶκον λέγει τὸν υἱόν, πάνυ μὲν οὖν, ἔφη· λέγω μὴ μνησικακεῖν Ἀθηναίοις. τοῦ δὲ Νικοκλέους, ὃς ἦν αὐτῷ πιστότατος τῶν φίλων, παρακαλοῦντος ὅπως αὐτὸν ἐάσῃ τὸ φάρμακον πιεῖν πρότερον, βαρὺ μέν, εἶπεν, ὦ Νικόκλεις, ἐμοὶ τὸ αἴτημα καὶ λυπηρόν, ἐπεὶ δὲ οὐδὲ ἄλλο οὐδέποτέ σοι παρὰ τὸν βίον οὐδὲν ἠχαρίστησα, καὶ τοῦτο συγχωρῶ.

有一位友人问他是否有什么话要带给儿子福科斯,他答道: “确实有:我嘱咐他万万不可对雅典人怀恨在心。” 而当他最忠实的朋友尼科克勒斯请求允许自己先饮下毒药时,福基翁说道: “尼科克勒斯,这请求对我而言沉重而悲痛;但既然我毕生从未在任何事上拂过你的意,这桩事我也答应你。”

§36.4

πεπωκότων δὲ ἤδη πάντων τὸ φάρμακον ἐπέλιπε, καὶ ὁ δημόσιος οὐκ ἔφη τρίψειν ἕτερον, εἰ μὴ λάβοι δώδεκα δραχμάς, ὅσου τὴν ὁλκὴν ὠνεῖται. χρόνου δὲ γενομένου καὶ διατριβῆς ὁ Φωκίων καλέσας τινὰ τῶν φίλων, καὶ εἰπών εἰ μηδὲ ἀποθανεῖν Ἀθήνησι δωρεὰν ἔστιν,3 ἐκέλευσε τῷ ἀνθρώπῳ δοῦναι τὸ κερμάτιον.

众人饮尽之后毒药不够了,狱吏声称若不能拿到购买该分量所需的十二德拉克马,就绝不再研磨另一份。由于耽搁了许多时间,福基翁叫来一位朋友,说道:“难道在雅典连死也不能免费吗?”便吩咐将零钱给那个人。

语法注3 条
  1. 36.1τὸ δὲ Φωκίωνος πρόσωπον οἷον ὅτε στρατηγῶν ἀπʼ ἐκκλησίας προὐπέμπετο βλέποντες

    主句谓语动词 ἐθαύμαζον 的主语为沿途围观的民众,分词 βλέποντες 修饰该主语,其宾语为 τὸ Φωκίωνος πρόσωπον。短语 οἷον ὅτε 为比较省略结构,相当于 οἷον (ἦν) ὅτε...(“正如……之时那样”)。

  2. 36.2οὐ παύσει τις ἀσχημονοῦντα τοῦτον;

    否定词 οὐ 加上将来时直陈式(οὐ παύσει τις)构成的疑问句,在古典希腊语中用作表急迫命令或敦促的惯用表达(“难道无人制止……吗?”即“快来人制止他!”)。分词 ἀσχημονοῦντα 作动词 παύσει 的补充成分。

  3. 36.4εἰ μηδὲ ἀποθανεῖν Ἀθήνησι δωρεὰν ἔστιν

    连词 εἰ 引导间接疑问句,或以条件句形式引述直接话语的内容(“若在雅典连死都不是免费的……”),表达了对当下荒谬情形的反讽与慨叹。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:36.1-36.4