← 普鲁塔克

福基翁传

§38.1-38.2

福基翁的名誉恢复与告发者的下场

雅典人不久后意识到福基翁的崇高,为其恢复名誉并严惩了控告者;福基翁的遭遇被视为城邦重蹈苏格拉底案覆辙的悲剧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

καὶ μέντοι χρόνου βραχέος διαγενομένου, καὶ τῶν πραγμάτων διδασκόντων οἷον ἐπιστάτην καὶ φύλακα σωφροσύνης καὶ δικαιοσύνης ὁ δῆμος ἀπώλεσεν, ἀνδριάντα μὲν αὐτοῦ χαλκοῦν ἀνέστησαν, ἔθαψαν δὲ δημοσίοις τέλεσι τὰ ὀστᾶ. τῶν δὲ κατηγόρων Ἁγνωνίδην μὲν αὐτοὶ θάνατον καταχειροτονήσαντες ἀπέκτειναν, Ἐπίκουρον δὲ καὶ Δημόφιλον ἀποδράντας ἐκ τῆς πόλεως ἀνευρὼν ὁ τοῦ Φωκίωνος υἱὸς ἐτιμωρήσατο.

然而,没过多久,时局的发展便让民众明白了他们失去了一位怎样的节制与正义的监督者与守护者,于是他们为他立了一座铜像,并由公费埋葬了他的遗骨。至于那些控告者,民众亲自投票判处哈格诺尼德斯死刑并将他处死;伊壁鸠鲁和德谟菲洛斯逃离了城邦,但福基翁的儿子搜寻到了他们并实施了报复。

§38.2

τοῦτον οὔτε τἆλλα σπουδαῖον ἄνδρα γενέσθαι φασί, καὶ παιδίσκης ἐρῶντα παρὰ πορνοβοσκῷ τρεφομένης κατὰ τύχην Θεοδώρῳ τῷ ἀθέῳ παραγενέσθαι λόγον ἐν Λυκείῳ διαλεγομένῳ τοιοῦτον εἰ τὸ φίλον λύσασθαι μὴ αἰσχρόν ἐστιν, οὐδὲ τὸ φίλην ὁμοίως· εἰ δὲ μὴ τὸ ἑταῖρον, οὐδὲ τὸ ἑταίραν·1 θέμενον οὖν ἑαυτῷ πρὸς τὴν ἐπιθυμίαν τὸν λόγον ὡς εὖ ἔχοντα, λύσασθαι τὴν ἑταίραν. ἀλλὰ τὰ μὲν περὶ Φωκίωνα πραχθέντα τῶν περὶ Σωκράτην πάλιν ἀνέμνησε τοὺς Ἕλληνας, ὡς ὁμοιοτάτης ἐκείνῃ τῆς ἁμαρτίας ταύτης καὶ δυστυχίας τῇ πόλει γενομένης.2

据说,这个儿子在其他方面并非一个体面之人,他爱上了老鸨豢养的一个婢女,恰巧碰上“无神论者”狄奥多罗斯在吕克昂讲授这样一番道理: “如果赎回一个男性朋友并不算可耻,那么赎回一个女性朋友同样不算可耻;如果赎回一个男性同伴不算可耻,那么赎回一个女性同伴(名妓)也不算可耻。” 于是,他便认为这个论辩正合自己的欲望且非常在理,从而将那位名妓赎了身。然而,福基翁的遭遇再次让希腊人想起了苏格拉底的命运,因为城邦所犯下的这一过错与所蒙受的这一不幸,与当年那一幕实在是极为相似。

语法注2 条
  1. 38.2εἰ τὸ φίλον λύσασθαι μὴ αἰσχρόν ἐστιν, οὐδὲ τὸ φίλην ὁμοίως· εἰ δὲ μὴ τὸ ἑταῖρον, οὐδὲ τὸ ἑταίραν·

    中性单数冠词 τό 统摄包含不定式宾语在内的整个动词不定式短语(如 τὸ [φίλον λύσασθαι])。在随后的并列分句中,动词 λύσασθαι 与谓语 αἰσχρόν ἐστιν 均被省略,构成高度压缩的对称结构。此诡辩论法巧妙利用了阳性名词 ἑταῖρος(同伴)与阴性名词 ἑταίρα(交际花、名妓)之间的词形与词义对应。

  2. 38.2ὡς ὁμοιοτάτης ἐκείνῃ τῆς ἁμαρτίας ταύτης καὶ δυστυχίας τῇ πόλει γενομένης

    由 ὡς 引出的独立属格结构(genitive absolute),ὡς 在此表示主观原因或时人普遍持有的看法与评价(“视此为……”、“鉴于……”)。ἐκείνῃ 为与格,作最高级形容词 ὁμοιοτάτης 所要求的补足语,指代前文苏格拉底当年的事件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:38.1-38.2