← 普鲁塔克

福基翁传

§35.1-35.2

民众大会表决判处福基翁等人死刑

民众大会上有人提议对福基翁施加酷刑处死,遭哈格诺尼得斯拒绝;随后大会举手表决,全票通过判处福基翁一行以及缺席同谋者死刑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος ἠξίουν τινὲς προσγράφειν ὅπως καί στρεβλωθεὶς Φωκίων ἀποθάνοι, καί τὸν τροχὸν εἰσφέρειν καί τοὺς ὑπηρέτας καλεῖν προσέταττον. ὁ δὲ Ἁγνωνίδης καί τὸν Κλεῖτον ὁρῶν δυσχεραίνοντα καί τὸ πρᾶγμα βαρβαρικὸν εἶναι καί μιαρὸν ἡγούμενος, ὅταν, ἔφη, Καλλιμέδοντα τὸν μαστιγίαν λάβωμεν, ὦ ἄνδρες Ἀθηναῖοι, στρεβλώσομεν· περὶ δὲ Φωκίωνος οὐδὲν ἐγὼ γράφω τοιοῦτον.

法令宣读完毕后,有人要求补充条款,规定福基翁亦须经受刑架拷问而后死,并命令抬进拷问轮,召来行刑役卒。但哈格诺尼得斯见克莱图斯面露愠色,且认为此举野蛮而亵渎,便说道: “雅典人啊,等我们捉拿住卡利梅敦那个该挨鞭子的恶棍时,自会将他上刑;但对于福基翁,我绝不写进这等条款。”

§35.2

ἐνταῦθα τῶν ἐπιεικῶν τις ὑπεφώνησεν ὀρθῶς γε σὺ ποιῶν1 ἂν γὰρ Φωκίωνα βασανίσωμεν, σὲ τί ποιήσομεν; ἐπικυρωθέντος δὲ τοῦ ψηφίσματος καί τῆς χειροτονίας ἀποδοθείσης, οὐδεὶς καθήμενος, ἀλλὰ πάντες ἐξαναστάντες, οἱ δὲ πλεῖστοι καί στεφανωσάμενοι, κατεχειροτόνησαν αὐτῶν θάνατον,2 ἦσαν δὲ σὺν τῷ Φωκίωνι Νικοκλῆς, Θούδιππος, Ἡγήμων, Πυθοκλῆς· Δημητρίου δὲ τοῦ Φαληρέως καί Καλλιμέδοντος καί Χαρικλέους καί τινων ἄλλων ἀπόντων κατεψηφίσθη θάνατος.

这时,一位正直的公民高声回应道: “你做得倒是在理;因为若是我们折磨福基翁,又当如何对待你呢?” 随着法令获得批准并进行举手表决,没有一人坐着,而是全体起立,大多数人甚至戴着花冠,表决判处他们死刑。与福基翁在一起的有尼科克勒斯、图迪普斯、赫格蒙和皮托克勒斯;法勒鲁姆的德米特里、卡利梅敦、卡里克勒斯以及其他数人也被缺席判处死刑。

语法注2 条
  1. 35.2ὀρθῶς γε σὺ ποιῶν

    现在分词 ποιῶν 省略了系动词(如 εἶ),是口语中用于赞许对方言行(“你做得正对”)的惯用句式。紧接其后的 ἂν γὰρ... 句解释了这句带有反讽意味的理由。

  2. 35.2κατεχειροτόνησαν αὐτῶν θάνατον

    动词 καταχειροτονέω(“举手表决予以定罪/判处”)支配被定罪者的属格(αὐτῶν)与所判处刑罚的宾格(θάνατον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:35.1-35.2