- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:34.1-34.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
福基翁一行被克莱图斯押解至雅典剧场,在一个充斥着奴隶与外邦人的混乱公民大会上面临早已注定的死刑审判。
τὸν δὲ Φωκίωνα καὶ τοὺς μετʼ αὐτοῦ φυλακῆς περιεχούσης, ὅσοι τῶν ἑταίρων ἔτυχον οὐκ ἐγγὺς ἑστῶτες, ὡς τοῦτο εἶδον, ἐγκαλυψάμενοι καὶ διαφυγόντες ἐσώθησαν. ἐκείνους δὲ Κλεῖτος εἰς Ἀθήνας ἀνῆγε λόγῳ μὲν κριθησομένους, ἔργῳ δὲ ἀποθανεῖν κατακεκριμένους.
当卫兵将福基翁及其随从团团围住时,凡未碰巧站在近处的同伴,见此情景,皆掩面潜逃得以自保。克莱图斯则将福基翁等人押解回雅典,名义上是让他们接受审判,实际上他们早已被判处死刑。
καὶ προσῆν τὸ σχῆμα τῇ κομιδῇ λυπηρόν, ἐφʼ ἁμάξαις κομιζομένων αὐτῶν διὰ τοῦ Κεραμεικοῦ πρὸς τὸ θέατρον· ἐκεῖ γὰρ αὐτοὺς προσαγαγὼν ὁ Κλεῖτος συνεῖχεν, ἄχρι οὗ τὴν ἐκκλησίαν ἐπλήρωσαν οἱ ἄρχοντες, οὐ δοῦλον, οὐ ξένον, οὐκ ἄτιμον ἀποκρίναντες, ἀλλὰ πᾶσι καὶ πάσαις ἀναπεπταμένον τὸ βῆμα καὶ τὸ θέατρον παρασχόντες.
押运的场面更显凄惨,他们被装在货车上,取道凯拉米科斯运往剧场;克莱图斯将他们带到那里看管起来,直到执政官们将大会塞满人群——他们既不排除奴隶,也不排除外邦人或被剥夺公民权者,而是把讲台和剧场毫无保留地向所有男女完全敞开。
ἐπεὶ δὲ ἥ τʼ ἐπιστολὴ τοῦ βασιλέως ἀνεγνώσθη, λέγοντος αὐτῷ μὲν ἐγνῶσθαι προδότας γεγονέναι τοὺς ἄνδρας, ἐκείνοις δὲ διδόναι τὴν κρίσιν1 ἐλευθέροις τε δὴ καὶ αὐτονόμοις οὖσι, καὶ τοὺς ἄνδρας ὁ Κλεῖτος εἰσήγαγεν, οἱ μὲν βέλτιστοι τῶν πολιτῶν ὀφθέντος τοῦ Φωκίωνος ἐνεκαλύψαντο καὶ κάτω κύψαντες ἐδάκρυον, εἷς δὲ ἀναστὰς ἐτόλμησεν εἰπεῖν ὅτι, τηλικαύτην κρίσιν ἐγκεχειρικότος τῷ δήμῳ τοῦ βασιλέως, καλῶς ἔχει τοὺς δούλους καὶ τοὺς ξένους ἀπελθεῖν ἐκ τῆς ἐκκλησίας.
当国王的信件被宣读时——信中称就他而言已断定这些人沦为叛徒,但鉴于雅典人本属自由且自治,故将裁决权交予他们——克莱图斯便将这些人押了进来。最有良知的公民一见到福基翁,便纷纷掩面垂首落泪;但有一人站起身来斗胆说道:既然国王将如此重大的审判托付给了民众,那么让奴隶和外邦人退出大会才是合宜的。
οὐκ ἀνασχομένων δὲ τῶν πολλῶν, ἀλλʼ ἀνακραγόντων βάλλειν τοὺς ὀλιγαρχικοὺς καὶ μισοδήμους, ἄλλος μὲν οὐδεὶς ὑπὲρ τοῦ Φωκίωνος ἐπεχείρησεν εἰπεῖν, αὐτὸς δὲ χαλεπῶς καὶ μόλις ἐξακουσθείς, πότερον, εἶπεν, ἀδίκως ἢ δικαίως ἀποκτεῖναι βούλεσθε ἡμᾶς; ἀποκριναμένων δέ τινων ὅτι δικαίως, καὶ τοῦτο, ἔφη, πῶς γνώσεσθε μὴ ἀκούσαντες;
可是大众决不容忍,反而高呼要用石头砸死寡头派和反民众者,以致再无一人敢于为福基翁出面辩护。福基翁本人费尽周折才勉强被人听清,说道: “你们究竟是想不公正地处死我们,还是公正地处死我们?” 有人回答说“公正地”,他便说: “既然如此,不听我们辩白,你们又怎能知晓是非?”
ἐπεὶ δὲ οὐθὲν μᾶλλον ἤκουον, ἐγγυτέρω προσελθών, ἐγὼ μὲν, εἶπεν, ἀδικεῖν ὁμολογῶ, καὶ θανάτου τιμῶμαι τὰ πεπολιτευμένα ἐμαυτῷ·2 τούτους δέ, ἄνδρες Ἀθηναῖοι, διὰ τί ἀποκτενεῖτε μηδὲν ἀδικοῦντας; ἀποκριναμένων δὲ πολλῶν, ὅτι σοὶ φίλοι εἰσίν, ὁ μὲν Φωκίων ἀποστὰς ἡσυχίαν ἦγεν, ὁ δὲ Ἁγνωνίδης ψήφισμα γεγραμμένον ἔχων ἀνέγνω, καθʼ ὃ τὸν δῆμον ἔδει χειροτονεῖν περὶ τῶν ἀνδρῶν εἰ δοκοῦσιν ἀδικεῖν, τοὺς δὲ ἄνδρας, ἂν καταχειροτονηθῶσιν, ἀποθνῄσκειν.3
由于他们依然充耳不闻,他走得更近前一些,说道: “我自己承认有罪,并为我生平的从政作为自请死刑;但是雅典人啊,这些人并未作恶,你们因何要处死他们?” 许多人回答道: “因为他们是你的朋友。” 福基翁便退后默然不语;哈格诺尼得斯手持一份拟好的法令宣读起来,依照该法令,民众须就这些人是否被认定有罪进行举手表决,而一旦表决被定罪,这些人便须受死。
- 34.3λέγοντος αὐτῷ μὲν ἐγνῶσθαι προδότας γεγονέναι τοὺς ἄνδρας, ἐκείνοις δὲ διδόναι τὴν κρίσιν
分词 λέγοντος 与前文的属格 τοῦ βασιλέως 一致。αὐτῷ 为伴随完成时被动态不定词 ἐγνῶσθαι 的行为者与格(“由他本人判定”);ἐκείνοις 则是间接宾语与格,指雅典人,构成 αὐτῷ μέν 与 ἐκείνοις δέ 的动作主体对比。
- 34.5θανάτου τιμῶμαι τὰ πεπολιτευμένα ἐμαυτῷ
此为雅典法庭的惯用表达:中间态 τιμῶμαι 用于被告在量刑阶段为自己提议或请求刑罚,后接表示刑罚的属格 θανάτου(“就……自请死刑”)。ἐμαυτῷ 则是完成时被动分词 τὰ πεπολιτευμένα 的行为者与格(“我自己所从事的政务”)。
- 34.5καθʼ ὃ τὸν δῆμον ἔδει χειροτονεῖν περὶ τῶν ἀνδρῶν εἰ δοκοῦσιν ἀδικεῖν, τοὺς δὲ ἄνδρας, ἂν καταχειροτονηθῶσιν, ἀποθνῄσκειν
在由关系短语 καθʼ ὃ(“依据该法令”)引导的从句中,非人称动词 ἔδει 统领了两个并列的“宾格加不定词”结构:其一是 τὸν δῆμον ... χειροτονεῖν,其二则是 τοὺς δὲ ἄνδρας ... ἀποθνῄσκειν(其中内嵌条件从句 ἂν καταχειροτονηθῶσιν)。
