- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:33.1-33.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波利佩尔孔之子亚历山大引军进入雅典引起混乱,福基翁被罢免并前往波利佩尔孔处求告,但雅典使团亦赶来控诉,终因波利佩尔孔的偏私与国王的暴起行凶而使会审不欢而散。
πραττομένων δὲ τούτων ὁ μὲν Φωκίων ἐθορυβεῖτο καὶ κατεφρονεῖτο τοὺς Ἀθηναίους ἐξάγειν βουλόμενος, Ἀλέξανδρος δὲ ὁ Πολυσπέρχοντος υἱὸς ἧκε μετὰ δυνάμεως, λόγῳ μὲν ἐπὶ τὸν Νικάνορα τοῖς ἐν ἄστει βοηθήσων, ἔργῳ δὲ τὴν πόλιν, εἰ δύναιτο, καταληψόμενος αὐτὴν ἑαυτῇ περιπετῆ γενομένην.1
正当这些事情进行之际,福基翁虽欲率领雅典人出兵,却遭遇骚动并备受蔑视;而波利佩尔孔之子亚历山大率军赶到,表面上是为了援助城中的居民对抗尼卡诺尔,实际上却是企图乘这城邦自行绊倒陷入混乱之际,若有可能便将其据为己有。
οἵ τε γὰρ φυγάδες αὐτῷ συνεισβαλόντες εὐθὺς ἦσαν ἐν ἄστει, καὶ τῶν ξένων ἅμα καὶ τῶν ἀτίμων πρὸς αὐτοὺς εἰσδραμόντων ἐκκλησία παμμιγὴς ἠθροίσθη καὶ ἄτακτος, ἐν ᾗ τὸν Φωκίωνα τῆς ἀρχῆς ἀπολύσαντες ἑτέρους εἵλοντο στρατηγούς, εἰ δὲ μὴ συνιὼν εἰς λόγους ὁ Ἀλέξανδρος τῷ Νικάνορι μόνος παρὰ τὸ τεῖχος ὤφθη, καὶ τοῦτο ποιοῦντες πολλάκις ὑποψίαν τοῖς Ἀθηναίοις παρέσχον, οὐκ ἂν ἡ πόλις διέφυγε τὸν κίνδυνον.2
因为流亡者同他一起蜂拥而入,转瞬便进到城中,在外邦人与被剥夺公民权者一同向他们涌去之后,召集起了一场鱼龙混杂、毫无秩序的公民大会,会上他们免去了福基翁的官职,另选了其他将领。若非有人看见亚历山大单独在城墙旁与尼卡诺尔会晤交谈,且他们屡次如此行事引起了雅典人的猜疑,城邦本是无法逃脱这一危险的。
ἐπεὶ δὲ Ἁγνωνίδης ὁ ῥήτωρ εὐθὺς ἐπεφύετο τοῖς περὶ τὸν Φωκίωνα καὶ κατηγόρει προδοσίας, οἱ μὲν περὶ Καλλιμέδοντα καὶ Χαρικλέα φοβηθέντες ἀπῆλθον ἐκ τῆς πόλεως, ὁ δὲ Φωκίων καὶ μετʼ αὐτοῦ τῶν φίλων οἱ παραμείναντες ᾤχοντο πρὸς Πολυσπέρχοντα. καὶ συνεξῆλθον αὐτοῖς χάριτι τοῦ Φωκίωνος ὁ Πλαταιεὺς Σόλων καὶ Δείναρχος ὁ Κορίνθιος, ἐπιτήδειοι τοῦ Πολυσπέρχοντος εἶναι δοκοῦντες καὶ συνήθεις.
当演说家哈格诺尼得斯随即攻击福基翁的同僚并指控他们叛国时,卡利墨冬和卡里克勒斯一派的人因恐惧而逃离了城邦,福基翁以及留守在身边的朋友们则动身前往波利佩尔孔那里。出于对福基翁的情谊,普拉提亚的梭伦和科林斯的德伊纳尔库斯也与他们同行,因为人们认为这两人是波利佩尔孔的知交和密友。
ἀρρωστίᾳ δὲ χρησαμένου τοῦ Δεινάρχου συχνὰς ἡμέρας ἐν Ἐλατείᾳ διέτριψαν, ἐν αἷς Ἁγνωνίδου πείσαντος, Ἀρχεστράτου δὲ τὸ ψήφισμα γράψαντος, ἔπεμπε πρεσβείαν ὁ δῆμος κατηγορήσουσαν3 τοῦ Φωκίωνος, ἅμα δὲ καὶ συνέμιξαν ἀμφότεροι τῷ Πολυσπέρχοντι μετὰ τοῦ βασιλέως πορευομένῳ περὶ κώμην τινὰ τῆς Φωκίδος, Φαρύγας, κειμένην ὑπὸ τὸ Ἀκρούριον ὄρος, ὃ νῦν Γαλάτην καλοῦσιν.
然而由于德伊纳尔库斯患病,他们在埃拉提亚耽搁了许多时日;在此期间,经哈格诺尼得斯劝说、阿耳刻斯特拉托斯起草法令,民众派出使团前往指控福基翁。两拨人在福基斯的一座名叫法吕戈伊的村庄附近,同时遇上了正随国王行进的波利佩尔孔;该村位于现今被称为加拉塔斯的阿克鲁里翁山山脚下。
ἐνταῦθα δὴ θεὶς ὁ Πολυσπέρχων τὸν χρυσοῦν οὐρανίσκον, καὶ καθίσας ὑπʼ αὐτῷ τὸν βασιλέα καὶ τοὺς φίλους, τὸν μὲν Δείναρχον εὐθὺς ἐκ προόδου λαβεῖν ἐκέλευσε καὶ στρεβλώσαντας ἀποκτεῖναι, τοῖς δὲ Ἀθηναίοις ἀπέδωκε λόγον. ὡς δὲ θόρυβον καὶ κραυγὴν ἐποίουν ἀντικατηγοροῦντες ἀλλήλων ἐν τῷ συνεδρίῳ, καὶ προσελθὼν ὁ Ἁγνωνίδης εἶπεν, ἅπαντας ἡμᾶς εἰς μίαν ἐμβαλόντες γαλεάγραν Ἀθηναίοις ἀναπέμψατε λόγον ὑφέξοντας, ὁ μὲν βασιλεὺς ἐγέλασεν, οἱ δὲ περιεστῶτες τῷ συνεδρίῳ Μακεδόνες καὶ ξένοι σχολὴν ἄγοντες ἐπεθύμουν ἀκούειν, καὶ τοὺς πρέσβεις παρεκάλουν ἀπὸ νεύματος ἐνταῦθα ποιεῖσθαι τὴν κατηγορίαν. ἦν δὲ οὐδὲν ἴσον, ἀλλὰ τῷ μὲν Φωκίωνι πολλάκις ἀντέκρουσεν ὁ Πολυσπέρχων λέγοντι, μέχρι οὗ τῇ βακτηρίᾳ πατάξας τὴν γῆν ἀπέστη καὶ κατεσιώπησεν.
波利佩尔孔便在此处支起金色华盖,让国王与朋友们就座其下,随即下令在德伊纳尔库斯走上前时立刻将他抓获,施以酷刑处死,却准许雅典人发言。然而,当他们在会议中相互反控、大声喧噪时,哈格诺尼得斯走上前来,说道: “把我们所有人关进同一个笼子里,解送回雅典人那里去接受审讯吧!”国王听了笑了起来,但围在会议四周的马其顿人和外邦人因无事可做而渴望听下去,便点头示意并鼓励使者们在此处提出指控。然而审讯毫无公正可言,每当福基翁开口,波利佩尔孔便一再打断,直到福基翁用手杖击地,退到一旁默然不语。
Ἡγήμονος δὲ φήσαντος ὅτι μάρτυς αὐτῷ τῆς πρὸς τὸν δῆμον εὐνοίας Πολυσπέρχων ἐστί, καὶ τοῦ Πολυσπέρχοντος ἀποκριναμένου πρὸς ὀργὴν, παῦσαί μου πρὸς τὸν βασιλέα καταψευδόμενος,4 ἀναπηδήσας ὁ βασιλεὺς ὥρμησε λόγχῃ τὸν Ἡγήμονα πατάξαι. ταχὺ δὲ τοῦ Πολυσπέρχοντος περιλαβόντος αὐτόν οὕτω διελύθη τὸ συνέδριον.
当黑革蒙声称波利佩尔孔是他对民众怀有善意的见证人时,波利佩尔孔愤怒地回答道: “休要在国王面前诬陷于我!” 国王随即跳了起来,冲上前要用长矛刺击黑革蒙。波利佩尔孔迅速将他抱住,会议便就这样解散了。
- 33.1αὐτὴν ἑαυτῇ περιπετῆ γενομένην
περιπετής 通常与与格连用,表示“撞在……上”或“被……绊倒”。此处强调代词 αὐτήν(自身)与受 περιπετῆ 支配的与格反身代词 ἑαυτῇ(自身)并置搭配,分词短语作为述语修饰 καταληψόμενος 的宾语 τὴν πόλιν,形象地表现城邦因内部骚乱而自我绊倒、陷入瘫痪与混乱的状态。
- 33.2εἰ δὲ μὴ ... οὐκ ἂν ἡ πόλις διέφυγε τὸν κίνδυνον
过去与事实相反的虚拟条件句。条件从句(εἰ μὴ ... ὤφθη 及 παρέσχον)使用直陈式不定过去时,主句(οὐκ ἂν ... διέφυγε)使用 ἄν 加上直陈式不定过去时,表示“若非亚历山大……引起怀疑,城邦本无法避开危机”。
- 33.4κατηγορήσουσαν
κατηγορήσουσαν 为 κατηγορέω 的将来时主动分词阴性单数宾格。它修饰 πρεσβείαν,与主动词 ἔπεμπε 连用表示派遣使团的目的(“前去指控福基翁”)。
- 33.7παῦσαί μου πρὸς τὸν βασιλέα καταψευδόμενος
παῦσαι 是 παύω 的中动式不定过去时命令法第二人称单数(παύομαι)。中动式 παύομαι 接补充性分词(καταψευδόμενος)表示“停止做某事”。属格代词 μου 由复合动词 καταψεύδομαι 所支配,意为“编造关于我的谎言/向我身上泼脏水”。
