- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波利佩尔孔为扳倒福基翁而宣布恢复民主,引发雅典内部震荡。福基翁因盲目信任尼卡诺尔而拒绝逮捕他,并忽视其发动袭击的一切警报,最终导致要地比雷埃夫斯被敌军挖壕包围。
ἐν τούτῳ δὲ καὶ Πολυσπέρχων, τὴν τοῦ βασιλέως ἐπιμέλειαν ἔχων ὑφʼ ἑαυτῷ καὶ καταπολιτευόμενος τὸν Κάσανδρον, ἔπεμψεν ἐπιστολὴν τοῖς ἐν ἄστει γεγραμμένην, ὡς τοῦ βασιλέως ἀποδιδόντος αὐτοῖς τὴν δημοκρατίαν1 καὶ πολιτεύεσθαι κατὰ τὰ πάτρια πάντας Ἀθηναίους κελεύοντος.
与此同时,波利佩尔孔由于将照管国王的职权掌控在自己手中,且在政坛上与卡山德对抗,遂向城内的人发出一封书信,称国王恢复他们的民主政体,并吩咐全体雅典人按其祖传制度处理国政。
ἦν δὲ τοῦτο κατὰ τοῦ Φωκίωνος ἐπιβουλή, συσκευαζόμενος γὰρ εἰς ἑαυτόν, ὡς μικρὸν ὕστερον ἔδειξε τοῖς ἔργοις, ὁ Πολυσπέρχων τὴν πόλιν, οὐδὲν ἤλπιζε περαίνειν μὴ τοῦ Φωκίωνος ἐκπεσόντος· ἐκπεσεῖσθαι δὲ ἐκεῖνον ἅμα τῶν ἀπεψηφισμένων ἐπιχυθέντων τῇ πολιτείᾳ καὶ πάλιν τὸ βῆμα δημαγωγῶν κατασχόντων καὶ συκοφαντῶν.
然而这是针对福基翁的阴谋。因为正如波利佩尔孔稍后在行动中所展现的那样,他图谋将这城邦揽入自己手中,料定若不驱逐福基翁,便无法成事;而一旦被剥夺公民权者涌入政治体制,煽动家和诬告者重新占据讲台,福基翁就必然失势。
ὑποκινουμένων δὲ πρὸς ταῦτα τῶν Ἀθηναίων, βουλόμενος ἐντυχεῖν αὐτοῖς ὁ Νικάνωρ, ἐν Πειραιεῖ βουλῆς γενομένης, παρῆλθε, τῷ Φωκίωνι ἐμπιστεύσας τὸ σῶμα. Δερκύλλου δὲ τοῦ ἐπὶ τῆς χώρας στρατηγοῦ συλλαβεῖν αὐτὸν ἐπιχειρήσαντος, ἐκεῖνος μὲν προαισθόμενος ἐξεπήδησε, καὶ φανερὸς ἦν εὐθὺς ἀμυνούμενος τὴν πόλιν, ὁ δὲ Φωκίων ἐπὶ τῷ προέσθαι τὸν ἄνδρα καὶ μὴ κατασχεῖν ἐγκαλούμενος ἔφη πιστεύειν μὲν τῷ Νικάνορι καὶ μηδὲν ἀπʼ αὐτοῦ προσδοκᾶν δεινόν εἰ δὲ μή, μᾶλλον ἐθέλειν ἀδικούμενος ἢ ἀδικῶν φανερὸς γενέσθαι.
雅典人因此事而心生骚动,尼卡诺尔希望能与他们会晤,趁着议事会在比雷埃夫斯召开之际前来出席,将自身安危托付给福基翁。然而当掌管乡郊防务的将领德耳库鲁斯企图将他拘捕时,他由于事先察觉而跳出逃脱,并立即公然表现出要对城邦实施报复。福基翁因放走此人且未予拘禁而遭受指控,他声称自己信任尼卡诺尔,并不预料从他那里会有何等险恶之事;退一步说,纵使并非如此,他也宁可显明为一个遭受不义者,而不愿显明为一个行使不义者。
τοῦτο δὲ ὑπὲρ αὐτοῦ μὲν ἄν τινι σκοποῦντι δοκοίη καλοκαγαθικῶς λελέχθαι καὶ γενναίως· ὁ δὲ εἰς πατρίδος ἀποκινδυνεύων σωτηρίαν, καὶ ταῦτα στρατηγὸς καὶ ἄρχων, οὐκ οἶδα μὴ μεῖζόν τι παραβαίνει2 καὶ πρεσβύτερον τὸ πρὸς τοὺς πολίτας δίκαιον, οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι φοβούμενος μὲν εἰς πόλεμον ἐμβαλεῖν τὴν πόλιν ὁ Φωκίων ἀπέσχετο τοῦ Νικάνορος, ἄλλως δὲ προὐβάλλετο τὴν πίστιν καὶ τὸ δίκαιον, ὅπως αἰδούμενος ἐκεῖνος ἡσυχίαν ἄγῃ καὶ μηδὲν ἀδικῇ τοὺς Ἀθηναίους·
这番话对于单就他个人自身来省察的人而言,或许显得说得既高尚又磊落;然而一个人若是拿祖国的安全去冒险,且又身居将领与执政官的高位,我不知道他是否违背了某种更重大、更应当尊奉的责任,即对同胞公民的正义。因为绝不能这样说:福基翁是因为畏惧使城邦陷入战争才对尼卡诺尔按兵不动,只是借信义与正义作为幌子,好让对方心怀敬畏而安分守己、不伤害雅典人;相反,在他心中似乎确实对尼卡诺尔产生了一种异乎寻常的坚定信任。
ἀλλʼ ὄντως ἔοικεν ἰσχυρά τις αὐτῷ περὶ τοῦ Νικάνορος ἐγγενέσθαι πίστις, ὅν γε πολλῶν προδιαβαλλόντων καὶ κατηγορούντων ἐπιτίθεσθαι3 τῷ Πειραιεῖ καὶ διαβιβάζειν εἰς Σαλαμῖνα ξένους καὶ διαφθείρειν τινὰς τῶν ἐν Πειραιεῖ κατοικούντων, οὐ προσήκατο τὸν λόγον οὐδʼ ἐπίστευσεν, ἀλλὰ καὶ Φιλομήλου τοῦ Λαμπτρέως ψήφισμα γράψαντος Ἀθηναίους ἅπαντας ἐν τοῖς ὅπλοις εἶναι καὶ τῷ στρατηγῷ Φωκίωνι προσέχειν, ἠμέλησεν, ἄχρι οὗ προσάγων ὁ Νικάνωρ ἐκ τῆς Μουνυχίας τὰ ὅπλα τὸν Πειραιᾶ περιετάφρευσε.
尽管许多人早就告发并指控尼卡诺尔图谋袭击比雷埃夫斯、向萨拉米斯调运雇佣军、收买居住在比雷埃夫斯的部分居民,福基翁却既不采纳这种说法,也不予以相信;甚至当兰普特赖的菲洛墨鲁斯起草法令,要求全体雅典人武装待命并听从将领福基翁的调遣时,他依然漫不经心,直到尼卡诺尔率部从穆尼基亚出动兵力,以壕沟将比雷埃夫斯包围起来。
- 32.1ὡς τοῦ βασιλέως ἀποδιδόντος αὐτοῖς τὴν δημοκρατίαν
由 ὡς 引导的属格独立结构(τοῦ βασιλέως ἀποδιδόντος... κελεύοντος),用于间接陈述书信(ἐπιστολήν)中所宣称的内容或旨趣。
- 32.4οὐκ οἶδα μὴ μεῖζόν τι παραβαίνει
成语表达 οὐκ οἶδα μή 后接现在时直陈式(παραβαίνει),表达一种审慎的担忧或委婉推断(“我不知道他是否违背了……”)。该句的主语是前置的冠词加分词结构 ὁ δὲ εἰς πατρίδος ἀποκινδυνεύων σωτηρίαν。
- 32.5ὅν γε πολλῶν προδιαβαλλόντων καὶ κατηγορούντων ἐπιτίθεσθαι
关系代词 ὅν 指向尼卡诺尔。在主要动词 οὐ προσήκατο τὸν λόγον(不采纳其说法)之前,它既起到了先行动词化主题的先取(prolepsis)作用,同时又在句法上充当了后续不定式(ἐπιτίθεσθαι 等)的逻辑主语(受 κατηγορούντων 支配)。
