- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:2.1-2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段指出了民众在逆境中因虚弱敏感而无法承受直言进谏的心理机制,并论述了理想的统治之道既非一味对抗亦非盲目逢迎,而是如同太阳的倾斜轨道一般,将威严与宽厚融为一体的灵活调适。
καίτοι δοκοῦσιν οἱ δῆμοι μᾶλλον εἰς τοὺς ἀγαθοὺς ἐξυβρίζειν ὅταν εὐτυχῶσιν, ὑπὸ πραγμάτων μεγάλων καὶ δυνάμεως ἐπαιρόμενοι· συμβαίνει δὲ τοὐναντίον, αἱ γὰρ συμφοραὶ πικρὰ μὲν τὰ ἤθη καὶ μικρόλυπα καὶ ἀκροσφαλῆ πρὸς ὀργὰς ποιοῦσι, δύσκολον δὲ τὴν ἀκοὴν καὶ τραχεῖαν, ὑπὸ παντὸς λόγου καὶ ῥήματος τόνον ἔχοντος ἐνοχλουμένην ὁ δὲ ἐπιτιμῶν τοῖς ἐξαμαρτανομένοις ἐξονειδίζειν τὰ δυστυχήματα δοκεῖ, καὶ καταφρονεῖν ὁ παρρησιαζόμενος.
然而,人们通常认为民众在顺境时,因伟大的事业与权势而趾高气扬,更易对善人肆意侮慢;但实际发生的情况却恰恰相反。因为灾难使人的性情变得尖刻、易伤感且极易发怒,又使听觉变得刁难与粗暴,为每一句带有严厉声调的言语所烦扰;于是,谴责过错之人被视为嘲弄他们的不幸,直言进谏之人则被视为鄙视他们。
καὶ καθάπερ τὸ μέλι λυπεῖ τὰ τετρωμένα καὶ ἡλκωμένα μέρη τοῦ σώματος, οὕτως πολλάκις οἱ ἀληθινοὶ καὶ νοῦν ἔχοντες λόγοι δάκνουσι καὶ παροξύνουσι τοὺς κακῶς πράττοντας, ἐὰν μὴ προσηνεῖς ὦσι καὶ συνείκοντες, ὥσπερ ἀμέλει τὸ ἡδὺ μενοεικὲς ὁ ποιητὴς κέκληκεν, ὡς τῷ ἡδομένῳ τῆς ψυχῆς ὑπεῖκον καὶ μὴ μαχόμενον μηδʼ ἀντιτυποῦν.
正如蜂蜜会刺痛身体受伤与溃烂的部位,真实而有理智的言语如果不是温和而顺应的,也往往会刺痛并激怒身处逆境之人;这正如同诗人将令人愉悦之物称为“称心的”,意指它顺从灵魂中感到愉悦的部分,既不相抗衡,也不相抵触。
καὶ γὰρ ὄμμα φλεγμαῖνον ἥδιστα τοῖς σκιεροῖς καὶ ἀλαμπέσιν ἐνδιατρίβει χρώμασι, τὰ δὲ αὐγὴν ἔχοντα καὶ φῶς ἀποστρέφεται, καὶ πόλις ἐν τύχαις ἀβουλήτοις γενομένη ψοφοδεὲς καὶ τρυφερόν ἐστι διʼ ἀσθένειαν ἀνέχεσθαι παρρησίας,1 ὅτε μάλιστα δεῖται, τῶν πραγμάτων ἀναφορὰν ἁμαρτήματος οὐκ ἐχόντων,2 διὸ πάντῃ σφαλερὸν ἡ τοιαύτη πολιτεία· συναπόλλυσι γὰρ τὸν πρὸς χάριν λέγοντα καὶ προαπόλλυσι τὸν μὴ χαριζόμενον.
事实上,发炎的眼睛最乐于停留在阴暗无光的色彩上,却避开带有光辉与光亮之物;而陷入不测命运的城邦,也因其虚弱而过于胆怯娇弱,无法忍受直言,恰恰是在最需要直言之时,因为局势已不容许对过错加以挽回;因此,这样的政局处处皆凶险。因为它会拉着曲意逢迎者一同毁灭,并先一步毁灭不愿阿谀之人。
ὥσπερ οὖν τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν μήτε ἄντικρυς ἐναντίαν καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον ὑγρὰν καὶ εὐκαμπῆ καὶ περιελιττομένην ἕλικα ποιεῖν, ᾗ σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν, οὕτως ἄρα τῆς πολιτείας ὁ μὲν ὄρθιος ἄγαν καὶ πρὸς ἅπαντα τοῖς δημοσίοις ἀντιβαίνων τόνος ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφελκόμενον οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ καὶ συνεπιρρέπον, ἡ δὲ ἀνθυπείκουσα πειθομένοις καὶ διδοῦσα τὸ πρὸς χάριν, εἶτα ἀπαιτοῦσα τὸ συμφέρον ἐπιστασία καὶ κυβέρνησις ἀνθρώπων πολλὰ πρᾴως καὶ χρησίμως ὑπουργούντων, εἰ μὴ πάντα δεσποτικῶς καὶ βιαίως ἄγοιντο, σωτήριος,3 ἐργώδης δὲ καὶ χαλεπὴ καὶ τὸ σεμνὸν ἔχουσα τῷ ἐπιεικεῖ δύσμικτον· ἐὰν δὲ μιχθῇ, τοῦτό ἔστιν ἡ πάντων μὲν ῥυθμῶν, πασῶν δὲ ἁρμονιῶν ἐμμελεστάτη καὶ μουσικωτάτη κρᾶσις, ᾗ καὶ τὸν κόσμον ὁ θεὸς λέγεται διοικεῖν, οὐ βιαζόμενος, ἀλλὰ πειθοῖ καὶ λόγῳ παράγων τὴν ἀνάγκην.
因此,正如天文学家所言,太阳既非循着与天空相同的轨迹运转,亦非沿着正相对抗且逆行的方向,而是采用一条倾斜偏转的运行轨迹,描绘出一种流转、灵活且回旋的螺旋,万物借此得以保全并获得最完美的调和;在城邦的政治治理中亦是如此,过于刚直且在一切事上皆对抗公众的调子是严酷而僵硬的,而反过来,被大众的过错所拖曳并随之倾斜倒向的态度则是凶险而易倾覆的。然而,那种向顺从者让步并给予欢心、随后再要求其符合公益的人民督导与统驭之术——只要不凡事专制暴烈地强加于人,人们在很多方面都会温和而有益地效劳——才是拯救之道;但它艰巨而困难,庄严之气与宽厚温和难以调和。不过,若能将二者调和,这便是一切节奏与一切和谐中最合律、最富乐感的交融,据说神明也是通过这种交融来统御宇宙的,神并非诉诸暴力,而是以劝说与理性引导必然性。
- 2.3ψοφοδεὲς καὶ τρυφερόν ἐστι διʼ ἀσθένειαν ἀνέχεσθαι παρρησίας
谓语形容词 ψοφοδεὲς καὶ τρυφερόν 采用中性单数形式,并未与阴性主语 πόλις 保持性的一致,而是将城邦的这一状态作为抽象事实来陈述。随后的不定式 ἀνέχεσθαι 用以限定这两个形容词,表达限定或结果(即“过于胆怯娇弱而无法忍受直言”)。
- 2.3τῶν πραγμάτων ἀναφορὰν ἁμαρτήματος οὐκ ἐχόντων
独立属格结构。ἁμαρτήματος 是依附于名词 ἀναφορά 的宾格性属格,此处的 ἀναφορά 意为对过失的“挽回”、“补救”或“纠正”。该结构说明了城邦虽亟需直言却无法承受直言的时间与原因背景:“局势已不容许对过错加以挽回”。
- 2.4ὥσπερ οὖν τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν μήτε ἄντικρυς ἐναντίαν καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον ὑγρὰν καὶ εὐκαμπῆ καὶ περιελιττομένην ἕλικα ποιεῖν, ᾗ σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν, οὕτως ἄρα τῆς πολιτείας ὁ μὲν ὄρθιος ἄγαν καὶ πρὸς ἅπαντα τοῖς δημοσίοις ἀντιβαίνων τόνος ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφελκόμενον οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ καὶ συνεπιρρέπον, ἡ δὲ ἀνθυπείκουσα πειθομένοις καὶ διδοῦσα τὸ πρὸς χάριν, εἶτα ἀπαιτοῦσα τὸ συμφέρον ἐπιστασία καὶ κυβέρνησις ἀνθρώπων πολλὰ πρᾴως καὶ χρησίμως ὑπουργούντων, εἰ μὴ πάντα δεσποτικῶς καὶ βιαίως ἄγοιντο, σωτήριος
以太阳沿黄道的偏斜运行为比喻的长句结构。在 οὕτως ἄρα 引出的主句中,系动词 ἐστί 被省略,三类施政态度形成了鲜明对比:(1) 极端刚直的态度(ὁ μὲν ... τόνος [ἐστὶν] ἀπηνὴς καὶ σκληρός);(2) 随大众过错一同倾覆的态度(ὥσπερ αὖ πάλιν ἐπισφαλὲς ... [ἐστὶ] τὸ συνεφελκόμενον);(3) 兼具退让与要求的温和治理之术(ἡ δὲ ... ἐπιστασία καὶ κυβέρνησις ... [ἐστὶ] σωτήριος)。
