← 普鲁塔克

福基翁传

§29.1-29.4

福基翁救助流亡者与温和施政

德摩斯梯尼等人的死使人们怀念起往昔的统治者,而福基翁通过安提帕特挽救了流放者,并以温和的施政使城邦恢复了稳定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ὁ δὲ Δημοσθένους ἐν Καλαυρίᾳ καὶ Ὑπερείδου πρὸς Κλεωναῖς θάνατος, περὶ ὧν ἐν ἄλλοις γέγραπται, μονονοὺκ ἔρωτα καὶ πόθον Ἀθηναίοις Ἀλεξάνδρου καὶ Φιλίππου παρίστη. καὶ τοῦτο ὅπερ ὕστερον,1 ἀναιρεθέντος Ἀντιγόνου καὶ τῶν ἀνελόντων ἐκεῖνον ἀρξαμένων βιάζεσθαι καὶ λυπεῖν τοὺς ἀνθρώπους, ἀνὴρ ἄγροικος ἐν Φρυγίᾳ χωρίον ὀρύττων πυθομένου τινός, τί ποιεῖς; στενάξας, Ἀντίγονον, εἶπε, ζητῶ·

另一方面,德摩斯梯尼在卡劳里亚之死以及绪珀瑞得斯在克勒奥奈附近之死(关于这些在其他著作中已有记载),几乎令雅典人对腓力和亚历山大生出了渴望与怀恋。这正如后来安提柯被杀、杀害他的人开始压迫并残害百姓时,弗律癸亚一个在田地里挖掘的农夫,遇到有人问他: “你在做什么?” 他叹息道: “我在寻找安提柯。”

§29.2

τοῦτο πολλοῖς ἐπῄει λέγειν διαμνημονεύουσι τὸν ἐκείνων τῶν βασιλέων θυμόν, ὡς τὸ μέγα καὶ γενναῖον εὐπαραίτητον εἶχον, οὐχ ὥσπερ Ἀντίπατρος ἰδιώτου προσώπῳ καὶ φαυλότητι χλαμυδίου καὶ διαίτης εὐτελείᾳ κατειρωνευόμενος τὴν ἐξουσίαν2 ἐπαχθέστερος ἦν τοῖς πάσχουσι κακῶς δεσπότης καὶ τύραννος.

许多人在追忆那些君王的心性时,也不禁生出同样的话语来,因为那些君王虽具有伟大与崇高的气魄,却富于宽宥之仁,而不像安提帕特那样,以平民的容貌、粗陋的外袍和朴素的生活来掩饰自己的权柄,对蒙受苦难的人而言反而是更为沉重的专制主与僭主。

§29.3

ὅμως δʼ οὖν ὁ Φωκίων καὶ φυγῆς ἀπήλλαξε πολλούς δεηθεὶς τοῦ Ἀντιπάτρου, καὶ φεύγουσι διεπράξατο μὴ καθάπερ οἱ λοιποὶ τῶν μεθισταμένων ὑπὲρ τὰ Κεραύνια ὄρη καὶ τὸν Ταίναρον ἐκπεσεῖν τῆς Ἑλλάδος, ἀλλὰ ἐν Πελοποννήσῳ κατοικεῖν, ὧν καὶ Ἁγνωνίδης ἦν ὁ συκοφάντης.

尽管如此,福基翁通过向安提帕特请求,仍使许多人免遭流放;对于那些流亡者,他也设法使他们不至于像其他迁徙者那样被逐出希腊、流放到凯劳尼亚山脉与泰纳隆岬角之外,而是得以定居在伯罗奔尼撒,告密者哈格诺尼得斯便在其中。

§29.4

ἐπιμελόμενος δὲ τῶν κατὰ τὴν πόλιν πρᾴως καὶ νομίμως τοὺς μὲν ἀστείους καὶ χαρίεντας ἐν ταῖς ἀρχαῖς ἀεὶ συνεῖχε, τοὺς δὲ πολυπράγμονας καὶ νεωτεριστάς, αὐτῷ τῷ μὴ ἄρχειν μηδὲ θορυβεῖν ἀπομαραινομένους, ἐδίδαξε φιλοχωρεῖν καὶ ἀγαπᾶν γεωργοῦντας. ὁρῶν δὲ τὸν Ξενοκράτην τελοῦντα τὸ μετοίκιον ἐβούλετο γράψαι πολίτην ὁ δὲ ἀπεῖπε, φήσας οὐκ ἂν μετασχεῖν ταύτης τῆς πολιτείας περὶ ἧς ἐπρέσβευεν ἵνα μὴ γένηται.3

此外,他温和而合法地处理城邦事务,始终让儒雅而有教养之士担任公职,而对于好管闲事与图谋变革之人,由于他们得不到官职也无法掀起骚动而自归沉寂,他教导他们留恋故土,安心务农。当他看到塞诺克拉底在缴纳侨民税时,便想将他登记为公民;但塞诺克拉底拒绝了,声称自己绝不能加入这样一个自己曾作为使节竭力阻止其建立的政制。

语法注3 条
  1. 29.1καὶ τοῦτο ὅπερ ὕστερον

    这是一个长篇的相关照应结构:καὶ τοῦτο ὅπερ ὕστερον... [插入轶事] ... τοῦτο πολλοῖς ἐπῄει λέγειν,指示代词 τοῦτο 在主句中被复指(resumptive)。插入了弗律癸亚农夫的故事之后,句子核心落在主节谓语 πολλοῖς ἐπῄει λέγειν 上。

  2. 29.2κατειρωνευόμενος τὴν ἐξουσίαν

    动词 κατειρωνεύομαι 带宾格 τὴν ἐξουσίαν,意为通过伪善或装作谦逊来掩饰/伪装自己的权力。前面并列的几个与格短语(ἰδιώτου προσώπῳ 等)表示其用来伪装的手段。

  3. 29.4οὐκ ἂν μετασχεῖν ταύτης τῆς πολιτείας περὶ ἧς ἐπρέσβευεν ἵνα μὴ γένηται

    间接引语中 ἄν 与不定词 μετασχεῖν 搭配(表示潜在或坚决拒绝的意愿:“绝不可能参与”)。在关系从句 περὶ ἧς ἐπρέσβευεν ἵνα μὴ γένηται 中,代词 ἧς 与目的从句 ἵνα μὴ γένηται 相结合,意为“关于此政制,他曾为了不让它成立而担任使节”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:29.1-29.4