← 普鲁塔克

福基翁传

§28.1-28.4

马其顿驻军进驻与雅典公民遭剥夺权利

雅典在厄琉息斯秘仪期间被迫接纳马其顿驻军,凶兆频现,同时有一万两千多名贫困公民被剥夺公民权,面临留守受辱或背井离乡的困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

οὕτω μὲν ἐδέξαντο φρουρὰν Μακεδόνων Ἀθηναῖοι καὶ Μένυλλον ἡγεμόνα, τῶν ἐπιεικῶν τινα καὶ τοῦ Φωκίωνος ἐπιτηδείων, ἐφάνη δὲ ὑπερήφανον τὸ πρόσταγμα, καὶ μᾶλλον ἐξουσίας ὕβρει χρωμένης ἐπίδειξις ἢ πραγμάτων ἕνεκα γιγνομένη κατάληψις. οὐ μικρὸν δὲ τῷ πάθει προσέθηκεν ὁ καιρός, εἰκάδι γὰρ ἡ φρουρὰ Βοηδρομιῶνος εἰσήχθη, μυστηρίων ὄντων, ᾗ τὸν Ἴακχον ἐξ ἄστεος Ἐλευσινάδε πέμπουσιν, ὥστε τῆς τελετῆς συγχυθείσης ἀναλογίζεσθαι τοὺς πολλοὺς καὶ τὰ πρεσβύτερα τῶν θείων καὶ τὰ πρόσφατα.

于是,雅典人接受了马其顿人的驻军,并接受了指挥官梅纽罗斯——他是一个温和的人,也是福基翁的友人之一。然而这项命令显得十分傲慢,与其说是出于实际需要而实施的占领,不如说是滥用权力的蛮横炫耀。而进驻的时机更为这场灾难增添了不小的沉痛;因为驻军是在波埃德罗米昂月二十日,正值秘仪期间被引入的,正是在那一天,人们护送伊阿科斯从城邦前往厄琉息斯,以致仪式受到扰乱,民众纷纷回想起古今神明之事的种种对比。

§28.2

πάλαι μὲν γὰρ ἐν τοῖς ἀρίστοις εὐτυχήμασι τὰς μυστικὰς ὄψεις καὶ φωνὰς παραγενέσθαι1 σὺν ἐκπλήξει καὶ θάμβει τῶν πολεμίων, νῦν δὲ τοῖς αὐτοῖς ἱεροῖς τὰ δυσχερέστατα πάθη τῆς Ἑλλάδος ἐπισκοπεῖν τοὺς θεούς, καὶ καθυβρίζεσθαι τὸν ἁγιώτατον τοῦ χρόνου καὶ ἥδιστον αὐτοῖς, ἐπώνυμον τῶν μεγίστων κακῶν γενόμενον. πρότερον μὲν οὖν ὀλίγοις ἔτεσι χρησμὸν ἐξήνεγκαν αἱ Δωδωνίδες τῇ πόλει τὰ ἀκρωτήρια τῆς Ἀρτέμιδος φυλάσσειν, ὅπως ἄλλοι μὴ λάβωσι· τότε δὲ περὶ τὰς ἡμέρας ἐκείνας αἱ ταινίαι μὲν, αἷς περιελίττουσι τὰς μυστικὰς κοίτας, βαπτόμεναι θάψινον ἀντὶ φοινικοῦ χρῶμα καὶ νεκρῶδες ἀνήνεγκαν ὃ δὲ μεῖζον ἦν, τὰ παραβαπτόμενα τῶν ἰδιωτικῶν πάντα τὸ προσῆκον ἄνθος ἔσχε. μύστην δὲ λούοντα χοιρίδιον ἐν Κανθάρῳ λιμένι κῆτος συνέλαβε καὶ τὰ κάτω μέρη τοῦ σώματος ἄχρι τῆς κοιλίας κατέπιε, προδεικνύντος αὐτοῖς τοῦ θεοῦ προφανῶς ὅτι τῶν κάτω καὶ πρὸς θαλάσσῃ στερηθέντες τὴν ἄνω πόλιν διαφυλάξουσιν.

因为在从前最辉煌的胜利中,神秘的景象与声音曾显现出来,使敌人陷入惊恐与敬畏;而如今在同样的圣礼中,诸神却俯瞰着希腊最为沉痛的苦难,对他们而言最为神圣、最为欢愉的时刻遭到了玷污,成为了最大灾祸的代名词。就在几年前,多多纳的女祭司们曾向城邦降下神谕: 须守卫阿耳忒弥斯的岬角,免使他人占领;而就在当年的那些日子里,人们用来缠绕秘仪圣匣的带子,在染色时没有显出绯红色,反而显出一种萎黄而如死尸般的颜色;更令人惊异的是,与之一同染色的平民衣物全都获得了应有的鲜艳。另外,当一名初入秘仪者在坎塔罗斯港清洗乳猪时,一条海中巨怪袭击了他,将他腹部以下的下半身吞了下去,神明借此昭然预示他们:在失去了下部和临海之地后,他们将保全上部的城邦。

§28.4

ἡ μὲν οὖν φρουρὰ διὰ Μένυλλον οὐδὲν ἠνίασε τοὺς ἀνθρώπους· τῶν δὲ ἀποψηφισθέντων τοῦ πολιτεύματος διὰ πενίαν ὑπὲρ μυρίους καὶ δισχιλίους γενομένων2 οἵ τε μένοντες ἐδόκουν σχέτλια καὶ ἄτιμα πάσχειν, οἵ τε διὰ τοῦτο τὴν πόλιν ἐκλιπόντες καὶ μεταστάντες εἰς Θρᾴκην, Ἀντιπάτρου γῆν καὶ πόλιν αὐτοῖς παρασχόντος, ἐκπεπολιορκημένοις ἐῴκεσαν.

驻军由于梅纽罗斯的缘故,倒并未给民众带来骚扰;然而,因贫困而被剥夺公民权的人多达一万两千余人,留下来的人看似遭受着悲惨而不名誉的折磨,而因此离开城邦迁移至色雷斯的人(安提帕特为他们提供了土地和城邦),则宛如被围困而被迫离乡的难民。

语法注2 条
  1. 28.2παραγενέσθαι

    此不定式属于由前文 ἀναλογίζεσθαι(反思、回想)所统辖的间接引语结构。其后的 ἐπισκοπεῖν 与 καθυβρίζεσθαι 亦处于同一统语支配之下,具体陈述了民众所思索的内容,将昔日的神恩护佑(πάλαι μὲν...)与眼下的屈辱处境(νῦν δὲ...)相对比。

  2. 28.4τῶν δὲ ἀποψηφισθέντων τοῦ πολιτεύματος διὰ πενίαν ὑπὲρ μυρίους καὶ δισχιλίους γενομένων

    属格独立结构。带有分离属格 τοῦ πολιτεύματος(自公民政体中)的名词化被动分词 τῶν ἀποψηφισθέντων 作为逻辑主语,γενομένων 为述谓分词,ὑπὲρ μυρίους καὶ δισχιλίους 为其数量表语。该被剥夺权利的群体在后随的主句中被进一步划分为留守者(οἵ τε μένοντες)与迁徙者(οἵ τε ... μεταστάντες)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:28.1-28.4