← 普鲁塔克

福基翁传

§30.1-30.6

福基翁的清廉与德玛得斯出使被处决

福基翁拒绝了梅纽鲁斯与安提帕特的赠金和不当请求,与挥霍炫富的德玛得斯形成鲜明对比。当福基翁推辞出使请求撤出驻军时,德玛得斯取而代之赴马其顿,却因背叛之事败露而被卡山德处死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

τοῦ δὲ Μενύλλου δωρεὰν αὐτῷ καὶ χρήματα διδόντος, ἀπεκρίνατο μήτʼ ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι μήτε κρείττονα τὴν αἰτίαν ἐφʼ ᾗ λήψεται νῦν ὁ τότε μὴ δεξάμενος.1 ἀλλὰ Φώκῳ γε τῷ παιδὶ λαβεῖν δεομένου τοῦ Μενύλλου, Φώκῳ μὲν, εἶπεν, ἐὰν μὲν σωφρονῇ μεταβαλόμενος, ἀρκέσει τὰ τοῦ πατρός· ὡς δʼ ἔχει νῦν, οὐδὲν ἱκανόν ἐστιν. Ἀντιπάτρῳ δὲ τραχύτερον ἀπεκρίνατο βουλομένῳ τι γενέσθαι διʼ αὐτοῦ τῶν μὴ πρεπόντων οὐ δύναται γὰρ, εἶπεν, Ἀντίπατρος ἅμα μοι καὶ φίλῳ καὶ κόλακι χρῆσθαι.

当梅纽鲁斯向他赠送礼物和金钱时,福基翁回答说,梅纽鲁斯既不比亚历山大更好,当时未曾接受的人如今接受的理由也绝不更充分。但当梅纽鲁斯恳求他至少让儿子福科斯接受时,他说:“至于福科斯,如果他改过自新而持守节制,父亲的财产已足够用;但照他如今的样子,任何东西都不够。” 而当安提帕特希望借他之手办成某些不当之事时,福基翁更为严厉地回答说:“安提帕特绝不可能把我既当作朋友,又当作谄媚者来对待。”

§30.2

τὸν δὲ Ἀντίπατρον αὐτὸν εἰπεῖν λέγουσιν ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων, Φωκίωνος καὶ Δημάδου, τὸν μὲν λαβεῖν οὐ πέπεικε, τὸν δὲ διδοὺς οὐκ ἐμπέπληκε. καὶ μέντοι Φωκίων μὲν ὡς ἀρετὴν ἐπεδείκνυτο τὴν πενίαν, ἐν ᾗ τοσαυτάκις Ἀθηναίων στρατηγήσας καὶ βασιλεῦσι φίλοις χρησάμενος ἐγκατεγήρασε, Δημάδης δὲ τῷ πλούτῳ καὶ παρανομῶν ἐκαλλωπίζετο.

据说安提帕特自己也曾说,他在雅典有两个朋友,即福基翁与德玛得斯,他既无法说服前一人接受赠礼,也无法通过给予来填满后一人的欲望。福基翁确实将贫穷视作美德来展现,他在如此多次担任雅典将军并与诸王为友之后,仍在清贫中度过余生;而德玛得斯则甚至通过违法来夸耀财富。

§30.3

νόμου γὰρ ὄντος Ἀθήνησι τότε μὴ χορεύειν ξένον ἢ χιλίας ἀποτίνειν τὸν χορηγόν, ἅπαντας εἰσαγαγὼν ξένους τοὺς χορεύοντας ἑκατὸν ὄντας ἅμα καὶ τὴν ζημίαν ἀνὰ χιλίας ὑπὲρ ἑκάστου εἰσήνεγκεν εἰς τὸ θέατρον. Δημέᾳ δὲ τῷ υἱῷ νύμφην ἀγόμενος, ἐμοῦ μὲν, εἶπεν, ὦ παῖ, τὴν σὴν μητέρα γαμοῦντος οὐδὲ ὁ γείτων ᾔσθετο τοῖς δὲ σοῖς γάμοις καὶ βασιλεῖς καὶ δυνάσται συγχορηγοῦσιν.

因为当时雅典有一条法律,禁止外邦人在歌队中跳舞,违者对合唱队赞助人处以一千德拉克马的罚金;但他所引入的歌队舞者全部一百人都是外邦人,并将每人一千德拉克马的罚金一并带入了剧场。又在为儿子德梅阿斯娶亲时,他说:“儿啊,我娶你母亲时,甚至连邻居都不曾察觉;但对你的婚事,连诸王和权贵们都在分担花销。”

§30.4

ἐνοχλούντων δὲ τῷ Φωκίωνι τῶν Ἀθηναίων ὅπως ἀπαλλάξῃ τὴν φρουρὰν πείσας τὸν Ἀντίπατρον, εἴτε μὴ προσδοκῶν πείσειν εἴτε μᾶλλον ὁρῶν σωφρονοῦντα τὸν δῆμον καὶ πολιτευόμενον εὐτάκτως διὰ τὸν φόβον, ἐκείνην μὲν ἀεὶ διωθεῖτο τὴν πρεσβείαν, τὰ δὲ χρήματα μὴ πράττειν, ἀλλὰ μέλλειν καὶ ἀναβάλλεσθαι τὸν Ἀντίπατρον ἔπεισε. μεταβάντες οὖν Δημάδην παρεκάλουν.

当雅典人屡次烦扰福基翁,要他去劝说安提帕特撤走驻军时,他或许是预料无法说服,抑或更是看到民众出于畏惧而持重并谨守秩序地处理政务,因而始终推辞担任这趟使节;但他确实劝说安提帕特不要催逼款项,而是暂缓并推迟。于是众人转向德玛得斯并恳请他。

§30.5

ὁ δὲ προθύμως ὑπέστη καὶ τὸν υἱὸν ἔχων ἀπῆρεν εἰς Μακεδονίαν, ὑπὸ δαίμονός τινος, ὡς ἔοικεν, εἰς τοῦτο καιροῦ κομισθείς ἐν ᾧ κατείχετο μὲν Ἀντίπατρος ἤδη νόσῳ, Κάσανδρος δὲ τῶν πραγμάτων ἐγκρατὴς γεγονώς εὗρεν ἐπιστολὴν Δημάδου γεγραμμένην πρὸς Ἀντίγονον εἰς Ἀσίαν, παρακαλοῦντος αὐτὸν ἐπιφανῆναι τοῖς περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν, ἐκ παλαιοῦ καὶ σαπροῦ κρεμαμένοις στήμονος, τὸν Ἀντίπατρον οὕτω σκώψαντος.2

德玛得斯欣然应承,带着儿子起航前往马其顿。他似乎是在某种命运的驱使下,被带到了那个关口:此时安提帕特已缠绵病榻,而掌控了大权的卡山德发现了一封德玛得斯写给在亚洲的安提柯的信,信中恳请他在希腊与马其顿一带现身,嘲弄安提帕特说这些地方正悬于一根陈旧腐朽的丝线之上。

§30.6

ὡς οὖν εἶδεν αὐτὸν ἀφιγμένον ὁ Κάσανδρος, συνέλαβε, καὶ πρῶτα μὲν τὸν υἱὸν ἐγγὺς προσαγαγὼν ἀπέσφαξεν, ὥστε καταδέξασθαι τοῖς κόλποις τὸ αἷμα τὸν πατέρα3 καὶ καταπλησθῆναι τοῦ φόνου, μετὰ ταῦτα δὲ εἰς ἀχαριστίαν αὐτὸν καὶ προδοσίαν πολλὰ λοιδορήσας καὶ καθυβρίσας ἀπέκτεινεν.

因此,当卡山德看到他到来时,便将他逮捕,首先将他的儿子拉到近旁屠戮,以致父亲在怀中接纳了鲜血,并被杀戮之血溅满;在此之后,卡山德因其忘恩负义与背叛行为对其严加痛斥与侮辱,随后将他处死。

语法注3 条
  1. 30.1ἐφʼ ᾗ λήψεται νῦν ὁ τότε μὴ δεξάμενος

    关系代词 ᾗ 的先行词为前文的 τὴν αἰτίαν,介词 ἐπί 表示“基于……的条件或理由”。将来时直陈语气 λήψεται 在关系从句中表示预期发生的行为,整句意为“当初未曾接受的人如今据以接受的理由”。

  2. 30.5παρακαλοῦντος αὐτὸν ἐπιφανῆναι ... σκώψαντος

    分词 παρακαλοῦντος 和 σκώψαντος 虽与属格名词 Δημάδου 间隔着 ἐπιστολὴν ... γεγραμμένην πρὸς Ἀντίγονον,但仍与其在性、数、格上保持一致,用以修饰信件的作者德玛得斯的具体行为。

  3. 30.6ὥστε καταδέξασθαι τοῖς κόλποις τὸ αἷμα τὸν πατέρα

    由 ὥστε 引导的不定式(καταδέξασθαι)结果从句,宾格 τὸν πατέρα 为该不定式的逻辑主语,表示儿子在父亲身旁近处被杀所造成的直接结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:30.1-30.6