- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:27.1-27.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
福基翁在哲学家色诺克拉底等人陪同下再次前往安提帕特处,但安提帕特冷遇色诺克拉底并提出严苛的和平条件。面对福基翁免除驻军的恳求,安提帕特与寡头派的卡利梅东均坚持强硬立场。
Ὡς οὖν ἐπανῆλθεν ὁ Φωκίων εἰς τὸ ἄστυ καὶ τοῖς Ἀθηναίοις ταῦτα ἔδοξεν ὑπʼ ἀνάγκης, αὖθις εἰς Θήβας ἐβάδιζε μετὰ τῶν ἄλλων πρέσβεων, Ξενοκράτην τὸν φιλόσοφον τῶν Ἀθηναίων προσελομένων. τοσοῦτον γὰρ ἦν ἀξίωμα τῆς ἀρετῆς τοῦ Ξενοκράτους καὶ δόξα καὶ λόγος παρὰ πᾶσιν ὥστε οἴεσθαι μήτε ὕβριν εἶναι μήτε ὠμότητα μήτε θυμὸν ἐν ἀνθρωπίνῃ ψυχῇ φυόμενον, ᾧ Ξενοκράτους μόνον ὀφθέντος οὐκ ἂν αἰδοῦς τι καὶ τιμῆς ἐγγένοιτο πρὸς αὐτόν.1
于是,当福基翁回到城邦,雅典人迫于无奈接受了这些要求时,雅典人推选哲学家色诺克拉底加入使团,福基翁遂与其他使节再次前往底比斯。因为色诺克拉底的美德尊严、名声与声誉在众人之中是如此崇高,以致人们认为在人类的心灵中生长出的任何傲慢、残暴或怒气,绝无仅凭看见色诺克拉底而不在其心中对他产生一丝敬畏与尊崇的。
ἀπέβη δὲ τοὐναντίον ἀγνωμοσύνῃ τινὶ καὶ μισαγαθίᾳ τοῦ Ἀντιπάτρου, πρῶτον μὲν γὰρ οὐκ ἠσπάσατο τὸν Ξενοκράτην τοὺς ἄλλους δεξιωσάμενος· ἐφʼ ᾧ φασιν εἰπεῖν ἐκεῖνον ὡς Ἀντίπατρος καλῶς ποιεῖ μόνον αὐτὸν αἰσχυνόμενος ἐφʼ οἷς ἀγνωμονεῖν μέλλει πρὸς τὴν πόλιν ἔπειτα λέγειν ἀρξάμενον οὐχ ὑπομένων, ἀλλʼ ἀντικρούων καὶ δυσκολαίνων ἐποίησεν ἀποσιωπῆσαι.
然而,由于安提帕特某种蛮横与嫉善之心,结果恰恰相反。首先,他在与其他人握手致意时,并未向色诺克拉底打招呼;据说色诺克拉底对此说道,安提帕特做得很好,因为他即将对城邦行不义之事,故而只在他〔色诺克拉底〕一人面前感到羞愧。接着,当色诺克拉底开始发言时,安提帕特不能容忍他,而是粗暴打断且面露怒容,迫使他噤声不语。
τῶν δὲ περὶ τὸν Φωκίωνα διαλεχθέντων ἀπεκρίνατο φιλίαν ἔσεσθαι τοῖς Ἀθηναίοις καὶ συμμαχίαν ἐκδοῦσι μὲν τοὺς περὶ Δημοσθένην καὶ Ὑπερείδην, πολιτευομένοις δὲ τὴν πάτριον ἀπὸ τιμήματος πολιτείαν, δεξαμένοις δὲ φρουρὰν εἰς τὴν Μουνυχίαν, ἔτι δὲ χρήματα τοῦ πολέμου καὶ ζημίαν προσεκτίσασιν.2
福基翁一行与他交涉完毕后,安提帕特答复说,只要雅典人交出德摩斯梯尼和许珀里德斯等人,实行基于财产资格评定的祖制政体,接受一支驻军进入穆尼基亚,此外再补缴战费与赔偿金,他们与雅典人之间便可缔结友好与盟约。
οἱ μὲν οὖν ἄλλοι πρέσβεις ἠγάπησαν ὡς φιλανθρώπους τὰς διαλύσεις, πλὴν τοῦ Ξενοκράτους· ἔφη γὰρ ὡς μὲν δούλοις μετρίως κεχρῆσθαι τὸν Ἀντίπατρον, ὡς δὲ ἐλευθέροις βαρέως, τοῦ δὲ Φωκίωνος παραιτουμένου τὴν φρουρὰν καὶ δεομένου λέγεται τὸν Ἀντίπατρον εἰπεῖν ὦ Φωκίων, ἡμεῖς πάντα σοι χαρίζεσθαι βουλόμεθα πλὴν τῶν καὶ σὲ ἀπολούντων καὶ ἡμᾶς.
除了色诺克拉底之外,其他使节都欣然接受这笔和约,认为这是宽大的;因为他说,安提帕特以对待奴隶的标准而言是温和的,但以对待自由人的标准而言则是苛刻的。当福基翁请求免除驻军并苦苦哀求时,据说安提帕特说道: “福基翁啊,除了那些既会毁灭你也会毁灭我们的事情,我们愿意在一切事上顺遂你的心意。”
οἱ δὲ οὐχ οὕτως φασίν, ἀλλὰ ἐρωτῆσαι τὸν Ἀντίπατρον εἰ τὴν φρουρὰν ἀνέντος αὐτοῦ τοῖς Ἀθηναίοις Φωκίων ἐγγυᾶται τὴν πόλιν ἐμμενεῖν τῇ εἰρήνῃ καὶ μηθὲν πολυπραγμονήσειν· σιωπῶντος δὲ ἐκείνου καὶ διαμέλλοντος, ἀναπηδήσαντα Καλλιμέδοντα τὸν Κάραβον, ἄνδρα θρασὺν καὶ μισόδημον, εἰπεῖν· ἐὰν δὲ οὗτος, ὦ Ἀντίπατρε, φλυαρῇ, σὺ πιστεύσεις καὶ οὐ πράξεις ἃ διέγνωκας;
但也有人说并非如此,而是安提帕特询问,若他对雅典人免去驻军,福基翁是否担保城邦会恪守和平而不生事端;当福基翁保持沉默、犹豫不决时,绰号为“虾”的卡利梅东——一个鲁莽且仇视民众的男子——跳起来说道: “安提帕特啊,若此人在胡言乱语,难道你就相信他而不实行你已决定的事了吗?”
- 27.1ᾧ Ξενοκράτους μόνον ὀφθέντος οὐκ ἂν αἰδοῦς τι καὶ τιμῆς ἐγγένοιτο πρὸς αὐτόν
关系代名词 ᾧ(与格)的前置词为前面的 μήτε ὕβριν ... μήτε ὠμότητα μήτε θυμόν,作为复合动词 ἐγγένοιτο(ἐγγίγνομαι + 与格,意为“生于……之中”)的间接宾语。Ξενοκράτους μόνον ὀφθέντος 为表示条件的独立属格(“仅仅在色诺克拉底露面时”)。全句通过双重否定构成极强的强调句式:“没有任何傲慢、残暴或愤怒……会在其中不对他产生一丝敬畏与尊崇”。
- 27.3ἐκδοῦσι μὲν τοὺς περὶ Δημοσθένην καὶ Ὑπερείδην, πολιτευομένοις δὲ τὴν πάτριον ἀπὸ τιμήματος πολιτείαν, δεξαμένοις δὲ φρουρὰν εἰς τὴν Μουνυχίαν, ἔτι δὲ χρήματα τοῦ πολέμου καὶ ζημίαν προσεκτίσασιν
句中的四个分词(ἐκδοῦσι、πολιτευομένοις、δεξαμένοις、προσεκτίσασιν)均为阳性复数与格,与前文的间接宾语 τοῖς Ἀθηναίοις 一致,作为修饰动词的条件副词性分词。它们并列列举了安提帕特提出的四个讲和条件:“只要雅典人引渡……、实行……、接纳……、并补缴……”。
