← 普鲁塔克

福基翁传

§26.1-26.4

向安提帕特派遣全权使节与议和

希腊人在克兰农战败后,雅典根据德玛德斯的提议派福基翁作为全权使节前往安提帕特处,安提帕特答应留在原地议和而不立即进军阿提卡,但要求雅典人在其他事务上无条件降服。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ὀλίγῳ δὲ ὕστερον χρόνῳ Κρατεροῦ διαβάντος ἐξ Ἀσίας μετὰ πολλῆς δυνάμεως καὶ γενομένης πάλιν ἐν Κραννῶνι παρατάξεως, ἡττήθησαν μὲν οἱ Ἕλληνες οὔτε μεγάλην ἧτταν οὔτε πολλῶν πεσόντων, ἀπειθείᾳ δὲ πρὸς τοὺς ἄρχοντας ἐπιεικεῖς καὶ νέους ὄντας, καὶ ἅμα τὰς πόλεις αὐτῶν πειρῶντος Ἀντιπάτρου,1 διαρρυέντες αἴσχιστα προήκαντο τὴν ἐλευθερίαν.

不久之后,克拉特鲁斯率大军从亚洲渡海而来,双方再次在克兰农交战;希腊联军虽然战败,但既非大溃败,阵亡人数也不多,然而由于不服从宽厚而年轻的指挥官,加之安提帕特同时拉拢诱降他们的各城邦,联军瓦解星散,以极可耻的方式丢弃了自由。

§26.2

εὐθὺς οὖν ἐπὶ τὰς Ἀθήνας ἄγοντος τοῦ Ἀντιπάτρου τὴν δύναμιν οἱ μὲν περὶ Δημοσθένην καὶ Ὑπερείδην ἀπηλλάγησαν ἐκ τῆς πόλεως, Δημάδης δέ, μηθὲν μέρος ὧν ὤφειλε χρημάτων ἐπὶ ταῖς καταδίκαις ἐκτῖσαι τῇ πόλει· δυνάμενος2 ἡλώκει γὰρ ἑπτὰ γραφὰς παρανόμων καὶ γεγονὼς ἄτιμος ἐξείργετο τοῦ λέγειν, ἄδειαν εὑρόμενος τότε, γράφει ψήφισμα ἐκπέμπειν πρὸς Ἀντίπατρον ὑπὲρ εἰρήνης πρέσβεις αὐτοκράτορας.

于是,在安提帕特立即引军进逼雅典之际,德摩斯梯尼和许珀里德斯等人逃离了城邦;而德玛德斯因无力向城邦偿还因受判决而欠下罚款的任何一部分——因他曾七次在违法提案诉讼中被定罪,失去公民权而被剥夺了发言资格——此时获得了免责权,便起草了一项法令,派遣全权使节前往安提帕特处商议和平。

§26.3

φοβουμένου δὲ τοῦ δήμου καὶ καλοῦντος Φωκίωνα, καὶ μόνῳ πιστεύειν ἐκείνῳ λέγοντος, ἀλλʼ εἴγε ἐπιστευόμην, εἶπεν, ἐγὼ συμβουλεύων ὑμῖν, οὐκ ἂν νῦν ἐβουλευόμεθα περὶ πραγμάτων τοιούτων.3 οὕτω δὲ τοῦ ψηφίσματος ἐπικυρωθέντος ἀπεστάλη πρὸς Ἀντίπατρον ἐν τῇ Καδμείᾳ στρατοπεδεύοντα καὶ παρασκευαζόμενον εὐθὺς εἰς τὴν Ἀττικὴν βαδίζειν. καὶ τοῦτο πρῶτον ᾔτει, τὸ μένοντα κατὰ χώραν ποιήσασθαι τὰς διαλύσεις.4

当民众陷入恐慌而召唤福基翁,并表示只信任他一人时,“可是,若在当年我劝告你们时,”他说道,“我能获得信任,我们现在就不必为这类事情商议了。” 法令就这样获得批准,他被派往正驻扎在卡德摩斯卫城并准备立刻进军阿提卡的安提帕特处。他首先提出这一项要求:〔安提帕特〕留在原地达成协议。

§26.4

τοῦ δὲ Κρατεροῦ λέγοντος ὡς οὐ δίκαια πείθει Φωκίων ἡμᾶς, τὴν τῶν συμμάχων καὶ φίλων καθημένους χώραν κακῶς ποιεῖν δυναμένους ἐκ τῆς τῶν πολεμίων ὠφελεῖσθαι, λαβόμενος αὐτοῦ τῆς δεξιᾶς Ἀντίπατρος, δοτέον, εἶπε, Φωκίωνι ταύτην τὴν χάριν. περὶ δὲ τῶν ἄλλων ἐκέλευεν αὐτοῖς ἐπιτρέπειν τοὺς Ἀθηναίους, ὥσπερ ἐν Λαμίᾳ Λεωσθένης ἐκεῖνον.5

当克拉特鲁斯表示,明明能靠敌方领地自给,福基翁却劝说他们坐驻在盟友和朋友的领地并造成损害,这是不公道的时候,安提帕特握住他的右手: “应当给予,”他说道,“福基翁这份恩惠。” 但关于其他事项,他命令雅典人必须完全听凭他们的决断,正如当初莱奥斯梯尼斯在拉米亚对待他那样。

语法注5 条
  1. 26.1ἀπειθείᾳ δὲ πρὸς τοὺς ἄρχοντας ἐπιεικεῖς καὶ νέους ὄντας, καὶ ἅμα τὰς πόλεις αὐτῶν πειρῶντος Ἀντιπάτρου

    此处并列了两个表达联军瓦解原因的结构:前者是表示原因的与格“ἀπειθείᾳ”(因不服从指挥官),后者是属格绝对结构“ἅμα τὰς πόλεις αὐτῶν πειρῶντος Ἀντιπάτρου”(同时安提帕特在诱降各邦)。两处句法形式虽异,但通过并列连词“καί”同作状语表达原因与情势。

  2. 26.2μηθὲν μέρος ὧν ὤφειλε χρημάτων ἐπὶ ταῖς καταδίκαις ἐκτῖσαι τῇ πόλει· δυνάμενος

    句中的标点符号虽看似隔断了词句,但在句法上“μηθὲν μέρος ... ἐκτῖσαι ... δυνάμενος”(无力偿还……任何部分)是一个完整的分词短语,“μηθὲν μέρος”作不定词“ἐκτῖσαι”的宾语。在“ὧν ὤφειλε χρημάτων”中,先行词“χρημάτων”被并入关系分句,关系代词受其牵引变为属格“ὧν”。

  3. 26.3ἀλλʼ εἴγε ἐπιστευόμην, ... ἐγὼ συμβουλεύων ὑμῖν, οὐκ ἂν νῦν ἐβουλευόμεθα περὶ πραγμάτων τοιούτων

    这是一处与事实相反的虚拟条件句(反事实条件句)。从句“εἴγε ἐπιστευόμην”(未完成过去式直陈语气被动态)表示对过去未曾实现之事的假设(“假若我曾受到信任”),主句“οὐκ ἂν νῦν ἐβουλευόμεθα”(ἄν搭配未完成过去式直陈语气,并有“νῦν”修饰)表示对现在事实的否定(“我们现在就不至于在此商讨此类事务”)。分词“συμβουλεύων”作时间状语(“当我劝告你们时”)。

  4. 26.3τὸ μένοντα κατὰ χώραν ποιήσασθαι τὰς διαλύσεις

    带冠词不定词短语“τὸ ... ποιήσασθαι”与前面的指示代词“τοῦτο”构成同位语。分词“μένοντα”为单数阳性宾格,与不定词“ποιήσασθαι”的逻辑主语(即安提帕特)一致。

  5. 26.4ὥσπερ ἐν Λαμίᾳ Λεωσθένης ἐκεῖνον

    一处省略结构。宾格代词“ἐκεῖνον”指安提帕特。此处承前省去了主句的动词结构(“ἐκέλευεν ἐπιτρέπειν”),意即“正如当年莱奥斯梯尼斯在拉米亚[命令]他[无条件降伏]那样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:26.1-26.4