← 普鲁塔克

福基翁传

§23.1-23.4

反对拉米亚战争与对主战言论的讽喻

在莱奥斯提涅斯发动的拉米亚战争中,福基翁对莱奥斯提涅斯和许珀里德斯等人的好战言辞报以冷静机智的反驳。面对初期的战果与民众的狂热,他始终清醒指出城邦后劲不足的危机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ὡς δὲ φέρων ἐνέσεισεν1 ὁ Λεωσθένης τὴν πόλιν εἰς τὸν Λαμιακὸν πόλεμον, καί τοῦ Φωκίωνος δυσχεραίνοντος ἠρώτα καταγελῶν τί πεποίηκεν ἀγαθὸν τὴν πόλιν2 ἔτη τοσαῦτα στρατηγῶν, οὐ μικρόν, ἔφη, τὸ τοὺς πολίτας ἐν τοῖς ἰδίοις μνήμασι θάπτεσθαι.

当莱奥斯提涅斯鲁莽地将城邦卷入拉米亚战争,并在福基翁表示反对时嘲弄地问他,担任了这么多年将领,究竟为城邦立下了什么功德,福基翁说道: “让公民们得以埋葬在各自的家族墓地里,这难道算小事吗?”

§23.2

πολλὰ δὲ θρασυνομένου καὶ κομπάζοντος ἐν τῷ δήμῳ τοῦ Λεωσθένους, ὁ Φωκίων, οἱ λόγοι σου, εἶπεν, ὦ μειράκιον, ἐοίκασι κυπαρίττοις· μεγάλοι γὰρ ὄντες καί ὑψηλοί καρποὺς οὐ φέρουσιν. ὡς δὲ ἐπαναστὰς ὁ Ὑπερείδης ἠρώτησε, πότε οὖν, ὦ Φωκίων, συμβουλεύσεις πολεμεῖν Ἀθηναίοις; ὅταν, εἶπε, τοὺς μὲν νέους ἴδω τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν, τοὺς δὲ ῥήτορας ἀπέχεσθαι τοῦ κλέπτειν τὰ δημόσια.

当莱奥斯提涅斯在民众大会上大放厥词、夸夸其谈时,福基翁说道: “年轻人,你的言辞就像柏树一样;虽然高大挺拔,却结不出果实。” 当许珀里德斯站起来问道: “那么,福基翁,你究竟何时才会劝告雅典人开战呢?” 他答道: “每当我看到年轻人们愿意坚守阵列、富人们愿意缴纳战税、演说家们不再盗窃公款之时。”

§23.3

θαυμαζόντων δὲ πολλῶν τὴν ὑπὸ τοῦ Λεωσθένους συνηγμένην δύναμιν, καί τοῦ Φωκίωνος πυνθανομένων πῶς τι παρεσκευάσθαι δοκοῦσιν αὐτῷ,3 καλῶς, ἔφη, πρὸς τὸ στάδιον τὸν δὲ δόλιχον τοῦ πολέμου φοβοῦμαι, μήτε χρήματα τῆς πόλεως ἕτερα μήτε ναῦς μήτε ὁπλίτας ἐχούσης.

当许多人赞叹莱奥斯提涅斯集结的兵力,并向福基翁打听他觉得这些人准备得如何时,他说道: “跑短跑是极好的;但我害怕的是这场战争的长跑,因为城邦既没有多余的钱财,也没有更多的战船或重装步兵了。”

§23.4

ἐμαρτύρει δὲ αὐτῷ καί τὰ ἔργα. πρῶτον μὲν γὰρ ὁ Λεωσθένης λαμπρὸς ἤρθη ταῖς πράξεσι, τῶν τε Βοιωτῶν μάχῃ κρατήσας καί τὸν Ἀντίπατρον εἰς Λάμιαν συνελάσας· ὅτε καί φασι τὴν μὲν πόλιν ἐλπίδος μεγάλης γενομένην ἑορτάζειν εὐαγγέλια συνεχῶς καί θύειν τοῖς θεοῖς, τὸν δὲ Φωκίωνα πρὸς τοὺς ἐλέγχειν αὐτὸν οἰομένους, καὶ πυνθανομένους εἰ ταῦτα οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι,4 πάνυ μὲν οὖν, ἔφη, βεβουλεῦσθαι δὲ ἐκεῖνα. καί πάλιν ἄλλων ἐπʼ ἄλλοις εὐαγγελίων γραφομένων καί φερομένων ἀπὸ στρατοπέδου, Πότε ἄρα, φάναι, παυσόμεθα νικῶντες;5

而后来的事实也证明了他的先见。因为起初莱奥斯提涅斯确实因其战功而声名显赫,在战斗中击败了波奥提亚人,并将安提帕特围困在拉米亚;据说那时城邦满怀巨大期望,接连不断地举行捷报庆典并向诸神献祭。当那些自以为驳倒了福基翁、问他难道不希望这些功绩是由自己立下的人发问时,福基翁说道: “当然非常希望;但〔也希望由自己〕提出过那些建言。” 当来自营地的捷报一封接一封地送达时,他说道: “那么我们究竟何时才能不再获胜呢?”

语法注5 条
  1. 23.1φέρων ἐνέσεισεν

    现在分词 φέρων 与动词 ἐνέσεισεν 连用,是表示鲁莽、冒进或激烈行动的惯用句式(“莽撞地卷入”),而非字面意义上的伴随动作(“携带着”)。

  2. 23.1τί πεποίηκεν ἀγαθὸν τὴν πόλιν

    动词 πεποίηκεν 支配的双宾格结构,分别表示施加影响的对象(τὴν πόλιν)与内容(ἀγαθόν),意为“为城邦做了什么好事”。

  3. 23.3πῶς τι παρεσκευάσθαι δοκοῦσιν αὐτῷ

    动词复数 δοκοῦσιν 属于依义合一(constructio ad sensum),实际主语承前文集合名词 δύναμιν 所指代的士兵们;与完成时被动不定词 παρεσκευάσθαι 及 πῶς τι(“如何、在何种程度上”)连用,意为“在他看来这些人准备得究竟如何”。

  4. 23.4εἰ ταῦτα οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι

    间接疑问句中的 ἄν 搭配直陈式过去未完成时(οὐκ ἂν ἤθελεν),表非现实愿望。αὑτῷ 为配合完成时被动不定词 πεπρᾶχθαι 的动作主体与格(dative of agent),意为“由他自己完成”。紧接着的回答“βεβουλεῦσθαι δὲ ἐκεῖνα”也是基于同构省略的对比表达(“但也希望当初定策的是自己”)。

  5. 23.4παυσόμεθα νικῶντες

    动词 παύομαι(“停止”)接补充性分词 νικῶντες 的标准句式,意为“我们何时才能停止获胜?”,系带有反讽意味的警句,旨在告诫民众切勿沉溺于眼前短暂的胜利而忽视了长远危机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:23.1-23.4