- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:24.1-24.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
莱奥斯提涅斯死后,主战派弄权阻止福基翁领军出征,福基翁以讽刺之语泰然处之;随后雅典人盲目急于出征波奥提亚,福基翁颁令征召包括自己在内直至八十岁的老人从军,从而平息了出征的热潮。
ἐπεὶ δὲ τοῦ Λεωσθένους ἀποθανόντος οἱ φοβούμενοι τὸν Φωκίωνα, μὴ στρατηγὸς ἐκπεμφθεὶς καταλύσῃ τὸν πόλεμον, ἄνθρωπόν τινα τῶν οὐκ ἐπιφανῶν ἐν ἐκκλησίᾳ παρεσκεύασαν ἀναστάντα λέγειν ὅτι φίλος ὢν τοῦ Φωκίωνος καὶ συμπεφοιτηκὼς παραινεῖ φείδεσθαι τοῦ ἀνδρὸς καὶ φυλάσσειν, ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας,1 ἐκπέμπειν δὲ Ἀντίφιλον ἐπὶ τὸ στράτευμα, καὶ ταῦτα τοῖς Ἀθηναίοις συνεδόκει, παρελθὼν ὁ Φωκίων ἔλεγε μήτε συμπεφοιτηκέναι ποτὲ τῷ ἀνθρώπῳ μήτε ἄλλως γεγονέναι γνώριμος ἢ συνήθης·
莱奥斯提涅斯战死之后,那些害怕福基翁一旦被派作将领就会结束战争的人,暗中指使一个并不显赫的人在公民大会上起立发言,说自己是福基翁的朋友和同窗,鉴于城邦别无他这般卓越的人才,奉劝大家怜惜并保全此人,而派遣安提菲洛斯去统率军队;雅典人赞同了这个提议。这时福基翁走上前去,说自己从未与此人同窗求学,此外也绝非相识或亲近之人;“然而现在,”
ἀλλὰ νῦν, εἶπεν, ἀπὸ τῆς σήμερον ἡμέρας καὶ φίλον σε ποιοῦμαι καὶ οἰκεῖον ἃ γὰρ ἦν ἐμοὶ συμφέροντα συμβεβούλευκας. ὡρμημένων δὲ τῶν Ἀθηναίων ἐπὶ τοὺς Βοιωτοὺς στρατεύειν πρῶτον μὲν ἀντεῖχε· καὶ τῶν φίλων λεγόντων ὡς ἀποθανεῖται προσκρούων τοῖς Ἀθηναίοις, ἀδίκως, εἶπεν, ἂν ποιῶ τὸ συμφέρον ἂν δὲ παραβαίνω, δικαίως.2
他说道,“自今日起,我视你为友人和挚亲;因为你所建议的,正是对我有利之事。” 后来,当雅典人急于出征攻打波奥提亚人时,起初他极力反对;当朋友们告诫他说若触怒雅典人将会丧命时,他说道: “若我所做的是有益之事, 那便是死得冤枉;但若我违背职责,那便是死得应当。”
ἐπεὶ δὲ ὁρῶν οὐκ ἀνιέντας, ἀλλὰ βοῶντας, ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν Ἀθηναίων τοὺς ἄχρι ἑξήκοντα ἐτῶν ἀφʼ ἥβης3 πέντε ἡμερῶν σιτία λαβόντας εὐθὺς ἀκολουθεῖν ἀπὸ τῆς ἐκκλησίας, θορύβου πολλοῦ γενομένου καὶ τῶν πρεσβυτέρων βοώντων καὶ ἀναπηδώντων, οὐδέν, ἔφη, δεινόν ἐγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ἔτος ἔσομαι μεθʼ ὑμῶν. καὶ τότε μὲν οὕτως κατέπαυσεν αὐτοὺς καὶ μετέβαλε·
然而,当他看到他们毫不罢休、大声喧嚷时,便命传令官通告:雅典人中自成年起六十年以内者,各备五日口粮,即刻从公民大会出发随军前行。众人登时大乱,上了年纪的老人纷纷呼喊跳脚,他便说道: “没有什么 可怕的; 因为我这年届八十的将领,也会同你们一道前行。” 当时他就以这种方式制止了他们,改变了众人的心意。
- 24.1ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας
连词 ὡς 后接宾格复数分词 ἔχοντας,构成宾格绝对结构,表达间接引语中说话者归于雅典公众的主观理由:“鉴于他们别无像他这样的人”。
- 24.2ἀδίκως ... ἂν ποιῶ τὸ συμφέρον· ἂν δὲ παραβαίνω, δικαίως
此句承接前文友人所言 τῶν φίλων λεγόντων ὡς ἀποθανεῖται(“朋友们说他将丧命”),省略了主动词 ἀποθανεῖται。副词 ἀδίκως 与 δικαίως 分别作为两组条件从句(ἂν ποιῶ... / ἂν δὲ παραβαίνω...)的省略性结论谓语。
- 24.3τοὺς ἄχρι ἑξήκοντα ἐτῶν ἀφʼ ἥβης
意为“自成年(ἥβη,雅典通常为18或20岁)起算六十年以内的人”,亦即囊括了达七十八至八十岁的老年人在内的全员征召。正因如此,后文才会出现“老人们喧嚷抗议(τῶν πρεσβυτέρων βοώντων)”,以及福基翁声称自己虽“已届八十(ὀγδοηκοστὸν ἔτος)”亦将随军出发的情节。
