← 普鲁塔克

福基翁传

§22.1-22.4

拒绝包庇女婿与沉着应对亚历山大死讯

福基翁在涉及哈尔帕洛斯情妇陵墓及其女婿的审判中公私分明,并在亚历山大死讯引发骚动时劝导民众保持冷静稳妥的审议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

καὶ δὴ καὶ Πυθονίκης τῆς ἑταίρας ἀποθανούσης, ἣν εἶχεν ὁ Ἅρπαλος ἐρῶν καὶ θυγατρίου πατὴρ ἐξ αὐτῆς γεγόνει, μνημεῖον ἀπὸ χρημάτων πολλῶν ἐπιτελέσαι θελήσας προσέταξε τῷ Χαρικλεῖ τὴν ἐπιμέλειαν.

尤其是当交际花皮托妮克死后——哈尔帕洛斯曾钟情于她并纳为情妇,与她育有一幼女——他希望花费巨资为她建造一座纪念碑,便将督造之责委托给了沙里克勒斯。

§22.2

οὖσαν δὲ τὴν ὑπουργίαν ταύτην ἀγεννῆ προσκατῄσχυνεν ὁ τάφος συντελεσθείς.1 διαμένει γὰρ ἔτι νῦν ἐν Ἕρμει, ᾗ βαδίζομεν ἐξ ἄστεος εἰς Ἐλευσῖνα, μηδὲν ἔχων τῶν τριάκοντα ταλάντων ἄξιον, ὅσα τῷ Ἁρπάλῳ λογισθῆναί φασιν εἰς τὸ ἔργον ὑπὸ τοῦ Χαρικλέους. καὶ μέντοι καὶ τελευτήσαντος αὐτοῦ τὸ παιδάριον ὑπὸ τοῦ Χαρικλέους καὶ τοῦ Φωκίωνος ἀναληφθὲν ἐτύγχανε πάσης ἐπιμελείας.

这项差事本身已属卑劣,完工后的陵墓更增添了耻辱。因为它至今仍留在我们从城中前往埃勒乌西斯途经的赫耳摩斯,却没有一点配得上据说沙里克勒斯向哈尔帕洛斯报账的三十塔兰同工费之处。不过,哈尔帕洛斯死后,那个幼小的孩子被沙里克勒斯和福基翁收养,得到了极尽周到的照料。

§22.3

κρινομένου μέντοι τοῦ Χαρικλέους ἐπὶ τοῖς Ἁρπαλείοις, καὶ δεομένου βοηθεῖν αὐτῷ τὸν Φωκίωνα καὶ συνεισελθεῖν εἰς τὸ δικαστήριον, οὐκ ἠθέλησεν, εἰπών· ἐγώ σε, ὦ Χαρίκλεις, ἐπὶ πᾶσι τοῖς δικαίοις γαμβρὸν ἐποιησάμην. πρώτου δὲ Ἀθηναίοις Ἀσκληπιάδου τοῦ Ἱππάρχου τεθνάναι προσαγγείλαντος Ἀλέξανδρον, ὁ μὲν Δημάδης ἐκέλευε μὴ προσέχειν· πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰκουμένην·2 ὁ δὲ Φωκίων ἐπηρμένον ὁρῶν πρὸς τὸ νεωτερίζειν τὸν δῆμον ἐπειρᾶτο παρηγορεῖν καὶ κατέχειν.

然而,当沙里克勒斯因哈尔帕洛斯一案遭到审判,请求福基翁予以协助并陪同出庭时,福基翁却拒绝了他,说道: “沙里克勒斯,我招你为婿,只是为了凡事遵行正义。” 又当希帕尔科斯之子阿斯克勒庇阿德斯率先向雅典人通报亚历山大已死时,德马德斯让众人不必理会,说要真是如此,整个世界早就该弥漫尸臭了;福基翁看到民众激动躁动欲图生变,便极力劝慰约束他们。

§22.4

ἀναπηδώντων δὲ πολλῶν ἐπὶ τὸ βῆμα, καὶ βοώντων ἀληθῆ τὸν Ἀσκληπιάδην ἀπαγγέλλειν καὶ τεθνάναι τὸν Ἀλέξανδρον, οὐκοῦν, εἶπεν, εἰ σήμερον τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς,3 ὥστε ἡμᾶς ἐν ἡσυχίᾳ βουλεύσασθαι, μᾶλλον δὲ μετὰ ἀσφαλείας.

许多人跃上讲坛,高呼阿斯克勒庇阿德斯的通报属实、亚历山大确已死去,福基翁便说道: “既然如此,如果他今天死了,明天、后天也依然是死了,我们尽可以平心静气、更可以稳妥安全地商议对策。”

语法注3 条
  1. 22.2οὖσαν δὲ τὴν ὑπουργίαν ταύτην ἀγεννῆ προσκατῄσχυνεν ὁ τάφος συντελεσθείς

    语序倒置。宾语短语(οὖσαν δὲ τὴν ὑπουργίαν ταύτην ἀγεννῆ)前置于句首,主语(ὁ τάφος συντελεσθείς)及主要动词(προσκατῄσχυνεν)置于其后。分词 οὖσαν 带让步意味(“尽管这项差事……”),复合动词 προσκαταισχύνω 中的前缀 προσ- 表示“在原有的卑劣上更添耻辱”。

  2. 22.3πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰκουμένην

    间接引语中的非真实条件句。原本的直陈式未完成过去时加 ἄν(πάλαι ἂν ὦζε…,“早就该发出……气味了”)在间接转述中变为不定式加 ἄν(ἂν … ὄζειν)。动词 ὄζω 后接属格(νεκροῦ)表示气味的来源。

  3. 22.4καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς

    未来完成时迂回表达。由系动词将来时 ἔσται 与完成时分词 τεθνηκώς 组合而成,强调持续的状态(“到明天、后天也依然处于已死的状态”),而非将来的动作。短语 εἰς τρίτην 是表示“直到后天”的习用语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:22.1-22.4