← 普鲁塔克

福基翁传

§21.1-21.4

拒绝哈尔帕洛斯的贿赂与女婿沙里克勒斯获咎

面对亚历山大索要舰船的要求,福基翁告诫雅典人要么凭实力取胜要么结交强者,并斥责狂妄的演说家皮特阿斯。逃亡的哈尔帕洛斯重金贿赂福基翁遭拒,但福基翁在议事中仍公正考量其安危;哈尔帕洛斯转而结交福基翁的女婿沙里克勒斯,致其声名扫地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης,1 λέγω τοίνυν ὑμῖν, εἶπεν, ἢ τοῖς ὅπλοις κρατεῖν ἢ τοῖς κρατοῦσι φίλους εἶναι. Πρὸς δὲ Πυθέαν ἀρχόμενον τότε πρῶτον ἐντυγχάνειν Ἀθηναίοις, ἤδη δὲ λάλον ὄντα καὶ θρασύν, οὐ σιωπήσεις, ἔφη, καὶ ταῦτα νεώνητος ὢν τῷ δήμῳ;2

当亚历山大来信索要三层桨座战船、要求他们派送给他,而演说家们群起反对,议事会又要求福基翁发言时,他说道: “那么我告诉你们,要么在武力上取胜,要么做取胜者的朋友。” 对于当时初次向雅典人发表演说、却已多嘴多舌且狂妄专横的皮特阿斯,他说道: “难道你还不闭嘴,更何况你对民众而言不过是个新买来的奴隶?”

§21.2

ἐπεὶ δὲ Ἅρπαλος μετὰ χρημάτων πολλῶν ἀποδρὰς Ἀλέξανδρον ἐκ τῆς Ἀσίας τῇ Ἀττικῇ προσέβαλε, καὶ τῶν εἰωθότων ἀπὸ τοῦ βήματος χρηματίζεσθαι δρόμος ἦν καὶ ἅμιλλα φθειρομένων πρὸς αὐτόν, τούτοις μὲν ἀπὸ πολλῶν μικρὰ δελεάζων προήκατο καὶ διέρριψε, τῷ δὲ Φωκίωνι προσέπεμψε διδοὺς ἑπτακόσια τάλαντα, καὶ τἆλλα πάντα, καὶ μετὰ πάντων ἑαυτὸν ἐκείνῳ μόνῳ παρακατατιθέμενος.

当哈尔帕洛斯携巨款从亚洲逃离亚历山大并抵达阿提卡时,那些习惯于在讲坛上牟利的人便争先恐后地向他奔去;哈尔帕洛斯从巨资中拿出微薄的数目向他们施以诱饵并散发金钱,却遣人向福基翁奉上七百塔兰同,并将其他一切,而且连同这一切将他自身也托付给他一人。

§21.3

ἀποκριναμένου δὲ τραχέως τοῦ Φωκίωνος οἰμώξεσθαι τὸν Ἅρπαλον, εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν,3 τότε μὲν συσταλεὶς ἀπέστη, μετʼ ὀλίγον δὲ βουλευομένων Ἀθηναίων ἑώρα τοὺς μὲν εἰληφότας τὰ χρήματα παρʼ αὐτοῦ μεταβαλλομένους καὶ κατηγοροῦντας, ἵνα μὴ φανεροὶ γένωνται, Φωκίωνα δὲ τὸν μηδὲν λαβόντα μετὰ τοῦ κοινοῦ συμφέροντος ἅμα καὶ τὴν ἐκείνου σωτηρίαν ἔν τινι λόγῳ τιθέμενον.

福基翁严厉地回答说,如果哈尔帕洛斯不停止腐化城邦,就必将自食恶果。哈尔帕洛斯当时退缩隐忍下来;但不久之后雅典人商议时,他看到那些收了他钱财的人为了不暴露自身而反戈一击并指控他,而未曾收受分文的福基翁在顾及公共利益的同时,还将他的安危稍作考虑。

§21.4

πάλιν οὖν ἐνεχθεὶς ἐπὶ τὸ θεραπεύειν ἐκεῖνον, αὐτὸν μὲν ὡς ἔρυμα πανταχόθεν ἀνάλωτον ὑπὸ τοῦ χρυσίου περιοδεύων ἑώρα,4 Χαρικλέα δὲ τὸν γαμβρὸν αὐτοῦ ποιησάμενος συνήθη καὶ φίλον, ἀνέπλησε δόξης πονηρᾶς, πάντα πιστεύων καὶ πάντα χρώμενος ἐκείνῳ.

因此,他再度转而向福基翁讨好,然而绕行巡视之下,他发现福基翁本身宛如一座在黄金面前四面皆不可攻克的堡垒,于是便与福基翁的女婿沙里克勒斯结为挚友密交,一切都信任他、凡事皆使用他,从而使沙里克勒斯染上了恶名。

语法注4 条
  1. 21.1γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης

    此处连续使用了三个属格独立结构(γράψαντος...、τῶν ῥητόρων ἐνισταμένων 以及 τῆς δὲ βουλῆς... κελευούσης),交代主句(εἶπεν)发生的多重背景。ὅπως 引导的从句充当动词 γράψαντος 的指令/目的性内容从句。

  2. 21.1νεώνητος ὢν τῷ δήμῳ

    形容词 νεώνητος(“新买来的”,常用于奴隶)与与格 τῷ δήμῳ(“对民众而言”)搭配,作关系与格或关切与格,是对皮特阿斯刚涉足政坛或其外来归化身份的刻薄讽刺。

  3. 21.3οἰμώξεσθαι τὸν Ἅρπαλον, εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν

    间接引语结构,未来不定式 οἰμώξεσθαι 带宾格主语 τὸν Ἅρπαλον。动词 οἰμώζω(字面意为“哀号”)在此为惯用的威胁警告语,意为“倒霉、吃苦头”。条件句 εἰ μὴ παύσεται 保留了直接引语中的未来直陈式,διαφθείρων 为分词充当 παύομαι 的补充成分。

  4. 21.4αὐτὸν μὲν ὡς ἔρυμα πανταχόθεν ἀνάλωτον ὑπὸ τοῦ χρυσίου περιοδεύων ἑώρα

    主句动词为 ἑώρα,宾语为 αὐτόν(福基翁本人)。分词 περιοδεύων(“巡视、打量”)修饰主语哈尔帕洛斯。ὡς ἔρυμα... 为作宾语补足语的比喻短语(“宛如……的堡垒”),介词短语 ὑπὸ τοῦ χρυσίου 修饰动词性形容词 ἀνάλωτον(“不可攻陷的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:21.1-21.4