- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:20.1-20.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
福基翁为锤炼放纵的儿子福库斯而准其参赛,并在胜后的奢华宴席上告诫儿子,随后将其送往斯巴达接受传统教养;面对雅典人的不满与德玛得斯的倡议,福基翁予以了辛辣的讽刺。
Φώκῳ δὲ τῷ υἱῷ βουλομένῳ ἀγωνίσασθαι Παναθηναίοις ἀποβάτην1 ἐφῆκεν, οὐχὶ τῆς νίκης ὀρεγόμενος, ἀλλʼ ὅπως ἐπιμεληθεὶς καὶ ἀσκήσας τὸ σῶμα βελτίων ἔσοιτο καὶ γὰρ ἦν ἄλλως φιλοπότης καὶ ἄτακτος ὁ νεανίσκος, νικήσαντος δὲ καὶ πολλῶν αἰτουμένων ἑστιᾶσαι τὰ νικητήρια, τοὺς ἄλλους Φωκίων παραιτησάμενος ἑνὶ τὴν φιλοτιμίαν ταύτην συνεχώρησεν.
当他的儿子福库斯想要在泛雅典娜节参加跳车战车士竞赛时,福基翁准许了他,这并不是出于对胜利的渴望,而是希望他能通过调理和锻炼身体变得更为长进;因为这个青年平时既嗜酒又放荡。在他取胜之后,许多人请求为他举办胜利宴席,福基翁谢绝了其他人,只把这份荣耀的差事让给了一人。
ὡς δὲ ἐλθὼν ἐπὶ τὸ δεῖπνον ἄλλην τε σοβαρὰν ἑώρα παρασκευὴν καὶ ποδανιπτῆρας οἴνου διʼ ἀρωμάτων προσφερομένους τοῖς εἰσιοῦσι, καλέσας τὸν υἱὸν, οὐ παύσεις ἔφη, τὸν ἑταῖρον, ὦ Φῶκε, διαφθείροντά σου τὴν νίκην;2 βουλόμενος δὲ καὶ καθόλου μεταστῆσαι τὸ μειράκιον ἐκ τῆς διαίτης ἐκείνης, ἀπήγαγεν εἰς Λακεδαίμονα καὶ κατέμιξε τοῖς ἀγομένοις τὴν λεγομένην ἀγωγὴν νεανίσκοις.
然而,当他来到宴席上,看到除了其他奢华的布置外,甚至还为入场者奉上掺有香料的美酒以供洗足,便把儿子叫过来说: “福库斯,你难道不阻止你的朋友败坏你的胜利吗?” 福基翁还希望彻底使这年轻人脱离那种生活方式,便把他带到拉刻代蒙,送入接受所谓训练教养的青年之列。
καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος·3 εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν, τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι, πάνυ γοῦν, ἔφη, πρέψειεν ἄν σοι4 μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν.
这让雅典人感到不悦,认为福基翁是在轻视并蔑视本邦的风俗。当德玛得斯对他说道: “福基翁,我们何不劝说雅典人采纳斯巴达式的政制呢?只要你开口,我随时准备起草议案并发表演说。”福基翁答道: “诚然,对你这样一个散发着如此浓烈香膏气味、身着如此华美斗篷的人来说,向雅典人就公共食堂提出建议并赞颂吕库尔戈斯,可真是再合适不过了。”
- 20.1ἀγωνίσασθαι Παναθηναίοις ἀποβάτην
ἀποβάτην 作为不定式 ἀγωνίσασθαι 的同族宾语性质的宾格,指参加具体的竞赛项目(即全副武装从战车上跳下又跳上的跳车战车士竞赛)。Παναθηναίοις 为表示时间或场合的与格。
- 20.2οὐ παύσεις τὸν ἑταῖρον, ὦ Φῶκε, διαφθείροντά σου τὴν νίκην ;
否定词 οὐ 加上直陈式将来时(οὐ παύσεις)构成反问,表达强烈的催促或命令语气(“你难道不制止……吗?”即“快制止!”)。及物动词 παύω 支配宾格宾语 τὸν ἑταῖρον 以及补充分词 διαφθείροντα,表示“阻止同伴败坏……”。
- 20.3ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος
由 ὡς 引导的独立属格结构,作主句动词 ἐλύπησεν 的原因状语。在此 ὡς 表示雅典人主观认为或断定的借口/理由(“认为福基翁蔑视本邦风俗”),而非客观确凿的事实。
- 20.3πάνυ γοῦν, ἔφη, πρέψειεν ἄν σοι
带有小词 γοῦν 的 πάνυ 结合表示潜在可能的 ἄν 加上祈愿式(πρέψειεν ἄν),构成了强烈的讽刺反语(“对你而言诚然再合适不过了……”)。字面上肯定其适宜性,实则借助后续分词短语(香气扑鼻、身披华服)与斯巴达简朴风尚的剧烈反差,极力嘲讽其不配。
