- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:19.1-19.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述福基翁的妻子,特别是以审慎节俭著称的后妻;记载了歌队领班以她的简朴训诫演员的轶事,以及她将担任将军的丈夫视为自己至高装饰的名言。
τῶν δὲ γυναικῶν ἃς ἔγημε, περὶ τῆς προτέρας οὐθὲν ἱστορεῖται,1 πλὴν ὅτι Κηφισόδοτος ἦν ὁ πλάστης ἀδελφὸς αὐτῆς, τῆς δὲ δευτέρας οὐκ ἐλάττων ἐπὶ σωφροσύνῃ καί ἀφελείᾳ λόγος ἦν παρὰ τοῖς Ἀθηναίοις ἢ Φωκίωνος ἐπὶ χρηστότητι.
至于他娶的几位妻子,关于前妻除得知雕刻家刻菲索多托斯是其兄弟外,别无记载;但关于后妻,她在雅典人当中因审慎与简朴所享有的声誉,丝毫不亚于福基翁因仁善所享有的名望。
καί ποτε θεωμένων καινοὺς τραγῳδοὺς Ἀθηναίων, ὁ μὲν τραγῳδὸς εἰσιέναι μέλλων βασιλίδος πρόσωπον ᾔτει κεκοσμημένας πολλὰς ὀπαδοὺς πολυτελῶς τὸν χορηγόν καί μὴ παρέχοντος ἠγανάκτει καί κατεῖχε τὸ θέατρον2 οὐ βουλόμενος προελθεῖν. ὁ δὲ χορηγὸς Μελάνθιος ὠθῶν αὐτὸν εἰς τὸ μέσον ἐβόα· τὴν Φωκίωνος οὐχ ὁρᾷς γυναῖκα προϊοῦσαν ἀεὶ μετὰ μιᾶς θεραπαινίδος, ἀλλʼ ἀλαζονεύῃ καί διαφθείρεις τὴν γυναικωνῖτιν;
有一次,当雅典人正在观看悲剧新作的演出时,一名悲剧演员将以王后的角色登场,便向歌队领班索要多名装扮华丽的随从女侍;由于歌队领班未能提供,他大为恼火,不肯出场,从而阻碍了整个剧场的演出。歌队领班梅兰提奥斯便将他推到台中央,叫嚷道: “你难道看不见福基翁的妻子出门时向来只带一个婢女,而你却如此傲慢虚荣,败坏妇女闺阁吗?”
ἐξακούστου δὲ τῆς φωνῆς γενομένης ἐδέξατο κρότῳ πολλῷ καί θορύβῳ τὸ θέατρον. αὐτὴ δὲ ἡ γυνή, ξένης τινὸς Ἰωνικῆς ἐπιδειξαμένης χρυσοῦν καί λιθοκόλλητον κόσμον ἐν πλοκίοις καί περιδεραίοις, ἐμοὶ δέ, ἔφη, κόσμος ἐστὶ Φωκίων εἰκοστὸν ἔτος ἤδη στρατηγῶν3 Ἀθηναίων.
这句话响彻全场,剧场报以雷鸣般的掌声与喝彩。而这位妻子本人,当一位来自爱奥尼亚的异邦女子炫耀黄金及镶嵌宝石的发饰与颈圈饰物时,说道: “然而对我而言,饰物便是已经担任了二十年雅典人将领的福基翁。”
- 19.1τῶν δὲ γυναικῶν ἃς ἔγημε, περὶ τῆς προτέρας οὐθὲν ἱστορεῖται
句首的属格 τῶν γυναικῶν 起到提前提出话题的功用(或为置于句首的部分属格),后接关系从句 ἃς ἔγημε 指涉整体,随后分别引出 περὶ τῆς προτέρας 与 τῆς δὲ δευτέρας 的对照结构。
- 19.2κατεῖχε τὸ θέατρον
动词 κατέχω 在此意为“阻留”、“耽搁”。宾语 τὸ θέατρον 借代指“剧场中的观众”或演出进程本身,描述该演员因拒绝登台而使演出中断、让观众久等的态势。
- 19.3εἰκοστὸν ἔτος ἤδη στρατηγῶν
宾格 εἰκοστὸν ἔτος 是表示时间跨度或持续的宾格(“如今已是第二十个年头”)。它修饰与主语 Φωκίων 一致的现在分词 στρατηγῶν,表示从过去持续至今担任将领的状态。
