- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:18.1-18.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大意欲赠予福基翁一百塔兰同,但福基翁为坚守清贫与节操予以回绝,转而请求释放数名囚犯。
τὸ μέντοι περὶ τῶν χρημάτων ὁμολογούμενόν ἐστιν ὅτι δωρεὰν αὐτῷ κατέπεμψεν ἑκατὸν τάλαντα, τούτων κομισθέντων εἰς Ἀθήνας, ἠρώτησεν ὁ Φωκίων τοὺς φέροντας τί δή ποτε πολλῶν ὄντων Ἀθηναίων αὐτῷ μόνῳ τοσαῦτα δίδωσιν Ἀλέξανδρος, εἰπόντων δὲ ἐκείνων, ὅτι σὲ κρίνει μόνον ἄνδρα καλὸν καὶ ἀγαθόν οὐκοῦν, εἶπεν ὁ Φωκίων, ἐασάτω με καὶ δοκεῖν ἀεὶ καὶ εἶναι τοιοῦτον.
然而关于钱财之事,公认的事实是亚历山大曾向他馈赠一百塔兰同。当这笔钱被运到雅典时,福基翁问送钱的人,雅典人那么多,亚历山大究竟为何偏偏只给他一个人这么多钱。使者们答道: “因为他认定唯独您才是真正的善美之士。” 福基翁便说: “那么,就请他容许我始终既显得如此,又确实如此吧。”
ὡς δὲ ἀκολουθήσαντες εἰς οἶκον αὐτῷ πολλὴν ἑώρων εὐτέλειαν, τὴν μὲν γυναῖκα μάττουσαν, ὁ δὲ Φωκίων αὐτὸς ἀνιμήσας ὕδωρ ἐκ τοῦ φρέατος ἀπενίπτετο τοὺς πόδας, ἔτι μᾶλλον ἐνέκειντο καὶ ἠγανάκτουν, δεινὸν εἶναι λέγοντες εἰ φίλος ὢν τοῦ βασιλέως οὕτω διαιτήσεται πονηρῶς. ἰδὼν οὖν ὁ Φωκίων πένητα πρεσβύτην ἐν τριβωνίῳ ῥυπαρῷ πορευόμενον, ἠρώτησεν εἰ τούτου χείρονα νομίζουσιν αὐτόν.
当他们随福基翁回到家中,见到极度的清贫俭朴——妻子正在揉面团,而福基翁亲自从井里汲水洗脚——他们便更加极力劝说并为之愤愤不平,说既然身为国王的朋友,却过得如此寒酸,未免太不像话。福基翁于是看见一个衣着污秽粗袍的穷苦老人走过,便问他们是否认为自己比这个人还不如。
εὐφημεῖν δὲ ἐκείνων δεομένων, καὶ μὴν οὗτος, εἶπεν, ἀπʼ ἐλαττόνων ἐμοῦ ζῇ καὶ ἀρκεῖται, τὸ δὲ ὅλον ἢ μὴ χρώμενος, ἔφη, μάτην ἕξω τοσοῦτον χρυσίον, ἢ χρώμενος ἐμαυτὸν ἅμα κἀκεῖνον διαβαλῶ πρὸς τὴν πόλιν. οὕτω μὲν ἐπανῆλθε πάλιν τὰ χρήματα ἐξ Ἀθηνῶν, ἐπιδείξαντα τοῖς Ἕλλησι πλουσιώτερον τοῦ διδόντος τοσαῦτα τὸν μὴ δεόμενον.1
当他们恳求他休说这等不吉利的话时,福基翁说: “然而此人靠着比我还要微薄的东西生活,并且感到满足。总而言之,”他说,“我若不用这笔钱,便白白拥有如此巨额的黄金;我若用了,就会在城邦面前让自己和国王双双蒙受中伤诽谤。” 这笔钱就这样又从雅典退了回去,它向希腊人表明:不需要这么多钱的人,比赠予这么多钱的人更加富有。
ἐπεὶ δὲ Ἀλέξανδρος ἠγανάκτησε καὶ πάλιν ἔγραψε τῷ Φωκίωνι φίλους μὴ νομίζειν τοὺς μηδὲν αὐτοῦ δεομένους, χρήματα μὲν οὐδʼ ὣς Φωκίων ἔλαβεν, ἀφεθῆναι δὲ ἠξίωσε τὸν σοφιστὴν Ἐχεκρατίδην καὶ τὸν Ἴμβριον Ἀθηνόδωρον καὶ Ῥοδίους δύο, Δημάρατον καὶ Σπάρτωνα, συνειλημμένους ἐπʼ αἰτίαις τισὶ καὶ καθειργμένους ἐν Σάρδεσι.
亚历山大为此感到恼怒,再次写信给福基翁,说自己不把那些对他无所求的人当朋友。即便如此,福基翁依然没有接受金钱,而是请求释放智者厄克克拉提得斯、因布罗斯人雅典诺多罗斯以及两名罗得岛人德玛拉托斯与斯巴顿,这些人因受某些指控而被捕并关押在萨第斯。
τούτους μὲν οὖν εὐθὺς ἀπέλυσεν ὁ Ἀλέξανδρος, Κρατερὸν δὲ ἀποστέλλων εἰς Μακεδονίαν ἐκέλευσε τεττάρων πόλεων ἐν Ἀσίᾳ, Κίου, Γεργίθου, Μυλάσων, Ἐλαίας, μίαν, ἣν ἂν αἱρῆται, παραδοῦναι τῷ Φωκίωνι, διατεινάμενος ἔτι μᾶλλον ὡς χαλεπανεῖ μὴ λαβόντος.2 ἀλλʼ οὔτε Φωκίων ἔλαβεν, ὅ τε Ἀλέξανδρος ταχέως ἀπέθανεν. ἡ δὲ οἰκία τοῦ Φωκίωνος ἔτι νῦν ἐν Μελίτῃ δείκνυται, χαλκαῖς λεπίσι κεκοσμημένη, τὰ δὲ ἄλλα λιτὴ καὶ ἀφελής.
亚历山大于是立即释放了这些人。而在派克拉特鲁斯前往马其顿时,他又命令他把亚洲四座城邦——基奥斯、格尔吉图斯、米拉萨、埃莱亚——当中福基翁挑选的任意一座转交给福基翁,并更加坚决地宣称,若福基翁不接受,他将为之震怒。但福基翁并未接受,亚历山大不久后便去世了。福基翁的故居如今在墨利忒区仍有人指认,房屋装饰着青铜鳞片,其余部分则简朴无华。
- 18.3ἐπιδείξαντα τοῖς Ἕλλησι πλουσιώτερον τοῦ διδόντος τοσαῦτα τὸν μὴ δεόμενον
中性复数不定过去时分词 ἐπιδείξαντα 与主语 τὰ χρήματα 保持一致。在句法上采用双宾格结构:τὸν μὴ δεόμενον(不需要者)为直接宾语,πλουσιώτερον τοῦ διδόντος τοσαῦτα(比给予如此之多者更为富有)作补足成分(谓语性宾格)。比较级 πλουσιώτερον 后面的 τοῦ διδόντος 是比较属格。
- 18.5διατεινάμενος ἔτι μᾶλλον ὡς χαλεπανεῖ μὴ λαβόντος
μὴ λαβόντος 是省略了逻辑主语(αὐτοῦ,指福基翁)的属格独立结构,表条件(“若他不接受”)。ὡς χαλεπανεῖ 在间接引语中用将来时直陈语气表示亚历山大声称自己将会动怒。
