← 普鲁塔克

福基翁传

§17.1-17.6

出使亚历山大与化解引渡危机

福基翁劝诫德摩斯梯尼切勿挑衅亚历山大;底比斯陷落后,面对引渡雅典领袖的要求,他作为使节成功说服亚历山大化解危机,并赢得了这位年轻君王极高的礼遇与信任。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις ἔφη· σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα1 καὶ δόξης μεγάλης ὀρεγόμενον; ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι τὴν πόλιν; ἀλλʼ ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες.2

当德摩斯梯尼辱骂已经在向底比斯挺进的亚历山大时,福基翁说道: “鲁莽的人啊,为何要去激怒一个凶悍且渴望大业名声的人?难道你想在如此巨火就在近旁之时煽旺风势,把城邦付之一炬吗?然而,即便这些人自取灭亡,我们也不会答应——我们甘愿承受将军一职,正是为此目的。”

§17.2

ὡς δὲ ἀπωλώλεισαν αἱ Θῆβαι καὶ ὁ Ἀλέξανδρος ἐξῃτεῖτο τοὺς περὶ Δημοσθένην καὶ Λυκοῦργον καὶ Ὑπερείδην καὶ Χαρίδημον, ἡ δὲ ἐκκλησία πρὸς ἐκεῖνον ἀπέβλεπεν, ὀνομαστὶ πολλάκις καλούμενος ἀνέστη καὶ τῶν φίλων ἕνα παραστησάμενος, ᾧ μάλιστα χρώμενος διετέλει καὶ πιστεύων καὶ ἀγαπῶν, εἰς τοιαῦτα, ἔφη, τὴν πόλιν οὗτοι παραγηόχασιν ὥστʼ ἔγωγε, κἂν Νικοκλέα τις τοῦτον ἐξαιτῇ, διδόναι κελεύσω.

当底比斯灭亡,亚历山大要求引渡德摩斯梯尼、吕库古、绪佩赖德斯和卡里德莫斯等人,而民众会众人都注视着他时,福基翁在众人数次直呼其名后站起身来。他把一位与自己始终交往至深、深受信赖与爱戴的朋友拉到身边,说道: “这些人把城邦逼入了如此境地,以致依我看来,就算有人要引渡这位尼科克勒斯,我也会下令交出去。

§17.3

τὸ μὲν γὰρ αὐτὸς ὑπὲρ ὑμῶν ἁπάντων ἀποθανεῖν εὐτυχίαν ἂν ἐμαυτοῦ θείμην.3 ἐλεῶ δέ, εἶπεν, ἄνδρες Ἀθηναῖοι, καὶ τοὺς ἐκ Θηβῶν δεῦρο πεφευγότας, ἀρκεῖ δὲ τὰς Θήβας κλαίειν τοῖς Ἕλλησι. διὸ βέλτιόν ἐστιν ὑπὲρ ἀμφοῖν πείθειν καὶ παραιτεῖσθαι τοὺς κρατοῦντας ἢ μάχεσθαι.

因为我自己为你们全体而死,我自当视为我本人的幸运。可是,雅典人啊,”他说,“我也怜悯那些从底比斯逃亡至此的人;对希腊人而言,单为底比斯哭泣就已足够了。因此,为了双方去说服征服者并向其恳求,胜过与之一战。”

§17.4

τὸ μὲν οὖν πρῶτον ψήφισμα λέγεται τὸν Ἀλέξανδρον, ὡς ἔλαβε, ῥῖψαι καὶ φυγεῖν ἀποστραφέντα τοὺς πρέσβεις· τὸ δὲ δεύτερον ἐδέξατο, κομισθὲν ὑπὸ Φωκίωνος, τῶν πρεσβυτέρων ἀκούων ὅτι καὶ Φίλιππος ἐθαύμαζε τὸν ἄνδρα τοῦτον καὶ οὐ μόνον τὴν ἔντευξιν ὑπέμεινεν αὑτοῦ καὶ τὴν δέησιν, ἀλλὰ καὶ συμβουλεύοντος ἤκουσε. συνεβούλευε δʼ ὁ Φωκίων, εἰ μὲν ἡσυχίας ὀρέγεται, θέσθαι τὸν πόλεμον· εἰ δὲ δόξης, μεταθέσθαι, πρὸς τοὺς βαρβάρους ἀπὸ τῶν Ἑλλήνων τραπόμενον.

据说,第一份法令亚历山大刚一拿到便扔在一旁,并转身避开了使节;但由福基翁递交的第二份法令他却接纳了,因为他听年长之人说,腓力也曾器重此人,不仅耐心接受他的接见与请求,甚至还听从了他的进言。福基翁劝告他,若企求安宁,就应平息战事;若企求荣耀,就该调转矛头,离开希腊人而转向蛮族。

§17.5

καὶ πολλὰ καὶ πρὸς τὴν Ἀλεξάνδρου φύσιν καὶ βούλησιν εὐστόχως εἰπών οὕτω μετέβαλε καὶ κατεπράϋνεν αὐτόν ὥστε εἰπεῖν ὅπως προσέξουσι τὸν νοῦν Ἀθηναῖοι τοῖς πράγμασιν, ὡς, εἴ τι γένοιτο περὶ αὐτόν, ἐκείνοις ἄρχειν προσῆκον,4 ἰδίᾳ δὲ τὸν Φωκίωνα ποιησάμενος αὑτοῦ φίλον καὶ ξένον, εἰς τοσαύτην ἔθετο τιμὴν ὅσην εἶχον ὀλίγοι τῶν ἀεὶ συνόντων.

由于他说了许多话,且切中亚历山大的天性与意愿,以致极大地转变并抚平了他的性情,亚历山大甚至传话让雅典人留心时局,因为一旦他遭遇不测,统治之权理应归属于雅典人;私下里,亚历山大更将福基翁纳为自己的密友与客友,赋予他的尊崇地位,在其常侍左右的人中也只有极少数人能够享有。

§17.6

ὁ γοῦν Δοῦρις εἴρηκεν ὡς μέγας γενόμενος καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ χαίρειν πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι· τοῦτον δὲ μόνον, ὥσπερ Ἀντίπατρον, μετὰ τοῦ χαίρειν προσηγόρευε. τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε.

杜里斯至少曾记载道,当亚历山大成就大业并击败大流士之后,他在信函中除写给福基翁的信件外,取消了‘致意(请安)’这一套语;唯有对福基翁,正如对安提帕特一样,他在致函时仍附带‘致意’。卡勒斯也同样记载了此事。

语法注4 条
  1. 17.1σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα

    化用了荷马《奥德赛》第9卷第494行(同伴劝阻奥德修斯不要挑衅独眼巨人波吕斐摩斯)。此处直接保留了史诗疑问词 τίπτε 和史诗现在时不定式形式 ἐρεθιζέμεν。

  2. 17.1ἀλλʼ ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες.

    τούτοις 作 ἐπιτρέψομεν 的与格宾语,由分词 βουλομένοις 作让步性修饰(“即使这些人愿意,我们也不会任由他们”)。带冠词分词短语 οἱ ... ὑπομένοντες 作主语 ἡμεῖς 的同位语并在性、数、格上与之保持一致,说明了福基翁等稳健派之所以勉为其难担任将军职务的原因与职责所在。

  3. 17.3τὸ μὲν γὰρ αὐτὸς ὑπὲρ ὑμῶν ἁπάντων ἀποθανεῖν εὐτυχίαν ἂν ἐμαυτοῦ θείμην.

    带冠词不定式短语 τὸ ... ἀποθανεῖν 作愿望语气动词 θείμην ἄν 的直接宾语。由于不定式的逻辑主语与主句主语(福基翁本人)一致,因此采用了主格形式 αὐτός(“我亲自为你们所有人而死”)。

  4. 17.5ὥστε εἰπεῖν ὅπως προσέξουσι τὸν νοῦν Ἀθηναῖοι τοῖς πράγμασιν, ὡς, εἴ τι γένοιτο περὶ αὐτόν, ἐκείνοις ἄρχειν προσῆκον

    在 εἰπεῖν 之后,ὅπως 搭配将来时直陈式 προσέξουσι 引出表示劝告/要求的宾语从句(“嘱咐雅典人留心政局”)。紧随其后的 ὡς ... προσῆκον 是无人称动词 προσήκει 带 ὡς 的宾格绝对结构分词,表达主观理由,其中嵌套了条件句 εἴ τι γένοιτο(希求语气,委婉表达“倘若他遭遇不测”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:17.1-17.6