← 普鲁塔克

福基翁传

§16.1-16.6

反对对腓力开战与喀罗尼亚战后议和

福基翁在喀罗尼亚战前极力反对盲目开战,战败后在混乱中受托掌管城邦;他劝诫公民在媾和与同盟条款上保持清醒,并在腓力死后禁止民众盲目庆幸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἤδη δὲ πρὸς Φίλιππον ἐκπεπολεμωμένων παντάπασι,1 καί στρατηγῶν αὐτοῦ μὴ παρόντος ἑτέρων ἐπὶ τὸν πόλεμον ᾑρημένων, ὡς κατέπλευσεν ἀπὸ τῶν νήσων, πρῶτον μὲν ἔπειθε τὸν δῆμον εἰρηνικῶς ἔχοντος τοῦ Φιλίππου καί φοβουμένου τὸν κίνδυνον ἰσχυρῶς δέχεσθαι τὰς διαλύσεις·

当雅典与腓力已完全进入战争状态,且在他缺席期间另选了其他人统领战事时,他从诸岛航归,首先劝导民众接受调解,因为腓力倾向和平且极其畏惧战祸的危险。

§16.2

καί τινος ἀντικρούσαντος αὐτῷ τῶν εἰωθότων κυλινδεῖσθαι περὶ τὴν Ἡλιαίαν καί συκοφαντεῖν, καί εἰπόντος, σὺ δὲ τολμᾷς, ὦ Φωκίων, ἀποτρέπειν Ἀθηναίους ἤδη τὰ ὅπλα διὰ χειρῶν ἔχοντας; ἔγωγε, εἶπε, καί ταῦτα εἰδὼς ὅτι πολέμου μὲν ὄντος ἐγὼ σοῦ, εἰρήνης δὲ γενομένης σὺ ἐμοῦ ἄρξεις. ὡς δʼ οὐκ ἔπειθεν, ἀλλʼ ὁ Δημοσθένης ἐκράτει κελεύων ὡς πορρωτάτω τῆς Ἀττικῆς θέσθαι μάχην τοὺς Ἀθηναίους, ὦ τᾶν, ἔφη, μὴ ποῦ μαχώμεθα σκοπῶμεν, ἀλλὰ πῶς νικήσωμεν.

有个惯常混迹于赫利埃亚法庭诬陷勒索的人打断他,说道: “福基翁,你竟敢劝阻手中已握有武器的雅典人吗?” “我正是如此,”他说,“而且我深知,若是处于战时,我将管辖你;而一旦迎来和平,你将管辖我。” 当他未能说服民众,而德摩斯梯尼力主雅典人尽可能远离阿提卡决战并占据上风时,“我的朋友,”他说,“我们不要考虑在何处交战,而要考虑如何取胜。

§16.3

οὕτω γὰρ ἔσται μακρὰν ὁ πόλεμος, ἡττωμένοις δὲ πᾶν ἀεὶ δεινὸν ἐγγὺς πάρεστι. γενομένης δὲ τῆς ἥττης καί τῶν θορυβοποιῶν καί νεωτεριστῶν ἐν ἄστει τὸν Χαρίδημον ἑλκόντων ἐπὶ τὸ βῆμα καί στρατηγεῖν ἀξιούντων, ἐφοβήθησαν οἱ βέλτιστοι· καί τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἔχοντες ἐν τῷ δήμῳ2 δεόμενοι καί δακρύοντες μόλις ἔπεισαν ἐπιτρέψαι τῷ Φωκίωνι τὴν πόλιν.

因为唯有如此,战火才会远离;对于战败者而言,一切灾祸始终就在身旁。” 当战败发生,城中的骚乱分子和激进派把卡里德莫斯拉上讲坛要求任命他为将军时,上层显达之士深感恐惧;他们带着阿雷奥帕古斯议事会来到公民大会,在民众面前哀求流泪,好不容易才说服民众将城邦托付给福基翁。

§16.4

ὁ δὲ τὴν μὲν ἄλλην τοῦ Φιλίππου πολιτείαν καί φιλανθρωπίαν ᾤετο δεῖν προσδέχεσθαι· Δημάδου δὲ γράψαντος ὅπως ἡ πόλις μετέχοι τῆς κοινῆς εἰρήνης καί τοῦ συνεδρίου τοῖς Ἕλλησιν, οὐκ εἴα πρὸ τοῦ γνῶναι τίνα Φίλιππος αὑτῷ γενέσθαι παρὰ τῶν Ἑλλήνων ἀξιώσει·

福基翁认为腓力的其他制度安排与仁惠条件理应接受;但当德马德斯提议让城邦加入全希腊的普遍和平与议事会时,他坚决不允许,直至弄清腓力将要求希腊人为他自己提供什么。

§16.5

κρατηθεὶς δὲ τῇ γνώμῃ διὰ τὸν καιρόν, ὡς εὐθὺς ἑώρα τοὺς Ἀθηναίους μεταμελομένους, ὅτι καί τριήρεις ἔδει παρέχειν τῷ Φιλίππῳ καί ἱππεῖς, ταῦτα, ἔφη, φοβούμενος ἠναντιούμην· ἐπεὶ δὲ συνέθεσθε, δεῖ μὴ βαρέως φέρειν μηδὲ ἀθυμεῖν, μεμνημένους ὅτι καί οἱ πρόγονοί ποτὲ μὲν ἄρχοντες, ποτὲ δὲ ἀρχόμενοι, καλῶς δὲ ἀμφότερα ταῦτα ποιοῦντες καὶ τὴν πόλιν ἔσωσαν καὶ τοὺς Ἕλληνας.

他的意见因时局紧迫而被否决;当他看到雅典人随即因还必须向腓力提供三列桨座战船和骑兵而懊悔时,“这正是,”他说,“我因恐惧而反对之事;然而既然你们已经缔约,就不应以此为苦,也不该灰心丧气,要记住我们的先祖也曾时而统治他人,时而被他人统治,但由于两者都处置得宜,他们既保全了自己的城邦,也保全了希腊人。”

§16.6

Φιλίππου δὲ ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἴα· καί γὰρ ἀγεννὲς εἶναι ἐπιχαίρειν, καί τὴν ἐν Χαιρωνείᾳ παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι.3

腓力死后,他不准民众献上吉报感恩祭;因为幸灾乐祸乃卑劣行径,而在喀罗尼亚列阵与他们对抗的军队,其实不过仅仅减少了一具躯体。

语法注3 条
  1. 16.1ἤδη δὲ πρὸς Φίλιππον ἐκπεπολεμωμένων παντάπασι

    完成时被动分词 ἐκπεπολεμωμένων 的属格构成无人称的独立属格(“在与腓力已完全进入战时状态时”),并无特定的名词充当主语,而是表达整体事态的开战局面。

  2. 16.3τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἔχοντες ἐν τῷ δήμῳ

    分词 ἔχοντες 意为“带领着”或“拉拢……作为后盾”,指上层显贵联络并带领阿雷奥帕古斯议事会成员一同来到公民大会(ἐν τῷ δήμῳ)向民众请愿哭求。

  3. 16.6τὴν ἐν Χαιρωνείᾳ παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι

    此句为带不定式的宾格结构,主语宾格为 δύναμιν(由分词 παραταξαμένην 修饰),谓语为 ἐλάττω,并由表差额的与格 ἑνὶ σώματι μόνον(“仅以一具躯体之差”)修饰,意指腓力个人虽死,其庞大军力实际上只减少了一人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:16.1-16.6