- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:9.1-9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在恺撒担任大法官期间,普布利乌斯·克洛狄乌斯企图与恺撒之妻庞培娅私通的背景被引入,并阐述了严禁男子涉足、由主妇于夜间主持的“善女神”节的宗教神话与祭仪规程。
οὐ μὴν ἀπέβη τι ταραχῶδες ἀπʼ αὐτῆς, ἀλλὰ καὶ τύχη τις ἄχαρις τῷ Καίσαρι συνηνέχθη περὶ τὸν οἶκον. Πόπλιος Κλώδιος ἦν ἀνὴρ γένει μὲν εὐπατρίδης καὶ πλούτῳ καὶ λόγῳ λαμπρός, ὕβρει δὲ καὶ θρασύτητι τῶν ἐπὶ βδελυρίᾳ περιβοήτων οὐδενὸς δεύτερος.
然而,由这一官职并未产生任何动乱,反倒是凯撒的家中遭遇了一件不悦之事。普布利乌斯·克洛狄乌斯出身贵族,因财富和辩才而显赫,但在傲慢与放肆方面不亚于任何以声色犬马臭名昭著之徒。
οὗτος ἤρα Πομπηΐας τῆς Καίσαρος γυναικός οὐδὲ αὐτῆς ἀκούσης,1 ἀλλὰ φυλακαί τε τῆς γυναικωνίτιδος ἀκριβεῖς ἦσαν, ἥ τε μήτηρ τοῦ Καίσαρος Αὐρηλία, γυνὴ σώφρων, περιέπουσα τὴν νύμφην ἀεὶ χαλεπὴν καὶ παρακεκινδυνευμένην αὐτοῖς ἐποίει τὴν ἔντευξιν.
此人爱上了凯撒的妻子庞培娅,而她本人也并非不愿。然而内室防范严密,且凯撒的母亲奥莱莉娅为人端庄,始终照看着儿媳,使得他们的幽会变得困难重重且极度冒险。
ἔστι δὲ Ῥωμαίοις θεὸς ἣν Ἀγαθὴν ὀνομάζουσιν, ὥσπερ Ἕλληνες Γυναικείαν. καὶ Φρύγες μὲν οἰκειούμενοι Μίδα μητέρα τοῦ βασιλέως γενέσθαι φασί, Ῥωμαῖοι δὲ νύμφην δρυάδα Φαύνῳ συνοικήσασαν, Ἕλληνες δὲ τῶν Διονύσου μητέρων τὴν ἄρρητον. ὅθεν ἀμπελίνοις τε τὰς σκηνὰς κλήμασιν ἑορτάζουσαι κατερέφουσι, καὶ δράκων ἱερὸς παρακαθίδρυται τῇ θεῷ κατὰ τὸν μῦθον. ἄνδρα δὲ προσελθεῖν οὐ θέμις οὐδʼ ἐπὶ τῆς οἰκίας γενέσθαι τῶν ἱερῶν ὀργιαζομένων αὐταὶ δὲ καθʼ ἑαυτὰς αἱ γυναῖκες πολλὰ τοῖς Ὀρφικοῖς ὁμολογοῦντα δρᾶν λέγονται περὶ τὴν ἱερουργίαν.
罗马人有一位神祇,他们称之为“善女神”,正如希腊人称之为“女之神”。弗里吉亚人附会说她是米达斯王的母亲,罗马人说是与法乌努斯同住的树仙,希腊人则说是狄奥尼索斯诸位母亲中不可言说的那一位。因此,庆祝节日的妇女们用葡萄枝搭建篷顶,且根据神话,在女神身旁安置着一条圣蛇。当秘仪进行之时,男子既不可接近,甚至留在屋中也是不合律法的;据说妇女们独自在祭仪中行许多与奥菲斯秘仪相符之事。
ὅταν οὖν ὁ τῆς ἑορτῆς καθήκῃ χρόνος, ὑπατεύοντος ἢ στρατηγοῦντος ἀνδρός,2 αὐτὸς μὲν ἐξίσταται καὶ πᾶν τὸ ἄρρεν, ἡ δὲ γυνὴ τὴν οἰκίαν παραλαβοῦσα διακοσμεῖ, καὶ τὰ μέγιστα νύκτωρ τελεῖται, παιδιᾶς ἀναμεμιγμένης ταῖς παννυχίσι καὶ μουσικῆς ἅμα πολλῆς παρούσης.
因此,当节期到来之时,若户主担任执政官或大法官,他本人及所有男性皆须退避,由妻子接管并布置宅第;最重要的仪式在夜间举行,通宵祭典中夹杂着欢笑游戏,且伴有丰富的乐声。
- 9.2οὐδὲ αὐτῆς ἀκούσης
独立属格结构,形成低调陈述(litotes),意为“她本人亦非不愿”,表明恺撒的妻子庞培娅对克洛狄乌斯的追求持默许与顺从的态度。
- 9.4ὑπατεύοντος ἢ στρατηγοῦντος ἀνδρός
独立属格结构,表达时间或条件状语。名词 ἀνήρ 在此语境下不仅指一般男子,更特指提供宅第的当权者“丈夫”,与后文的 αὐτὸς μὲν ἐξίσταται καὶ πᾶν τὸ ἄρρεν(他本人退避,且所有男子亦皆退避)形成前后呼应。
