- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:10.1-10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克洛狄乌斯男扮女装潜入善女神节,因声音暴露而被逐,随后遭到渎神指控。凯撒休黜了妻子庞培娅,但在法庭上坚称不知情,而审判官因惧怕民众写下模糊选票,克洛狄乌斯最终获判无罪。
ταύτην τότε τὴν ἑορτὴν τῆς Πομπηΐας ἐπιτελούσης, ὁ Κλώδιος οὔπω γενειῶν καὶ διὰ τοῦτο λήσειν οἰόμενος ἐσθῆτα καὶ σκευὴν ψαλτρίας ἀναλαβὼν ἐχώρει, νέᾳ γυναικὶ τὴν ὄψιν ἐοικώς. καὶ ταῖς θύραις ἐπιτυχὼν ἀνεῳγμέναις εἰσήχθη μὲν ἀδεῶς ὑπὸ τῆς συνειδυίας θεραπαινίδος, ἐκείνης δὲ προδραμούσης ὡς τῇ Πομπηΐᾳ φράσειε, καὶ γενομένης διατριβῆς, περιμένειν μὲν ὅπου κατελείφθη τῷ Κλωδίῳ μὴ καρτεροῦντι, πλανωμένῳ δʼ ἐν οἰκίᾳ μεγάλῃ καὶ περιφεύγοντι τὰ φῶτα προσπεσοῦσα1 τῆς Αὐρηλίας ἀκόλουθος ὡς δὴ γυνὴ γυναῖκα παίζειν προὐκαλεῖτο, καὶ μὴ βουλόμενον εἰς τὸ μέσον εἷλκε, καὶ τίς ἐστι καὶ πόθεν ἐπυνθάνετο.
当时,在庞培娅主持这一祭典之际,克洛狄乌斯因尚无胡须,并因此以为可以瞒过众人,便穿戴起弹竖琴女乐师的服饰与装束前往,容貌俨然一名年轻女子。他来到门前,见大门敞开,便由知情的侍女毫不畏缩地引入宅内;然而在那侍女先跑去通知庞培娅而耽搁了片刻之时,克洛狄乌斯耐不住留在原地等候,在大宅内游荡并避开灯火,这时奥莱莉娅的一名侍女碰见了他,便像女人对女人那般邀他一同嬉戏,见他不肯,便将他拽入大厅中央,追问他是谁、从何而来。
τοῦ δὲ Κλωδίου φήσαντος Ἅβραν περιμένειν Πομπηΐας, αὐτὸ τοῦτο καλουμένην, καὶ τῇ φωνῇ γενομένου καταφανοῦς, ἡ μὲν ἀκόλουθος εὐθὺς ἀπεπήδησε κραυγῇ πρὸς τὰ φῶτα καὶ τὸν ὄχλον, ἄνδρα πεφωρακέναι βοῶσα, τῶν δὲ γυναικῶν διαπτοηθεισῶν ἡ Αὐρηλία τὰ μὲν ὄργια τῆς θεοῦ κατέπαυσε καὶ συνεκάλυψεν, αὐτὴ δὲ τὰς θύρας ἀποκλεῖσαι κελεύσασα περιῄει τὴν οἰκίαν ὑπὸ λαμπάδων, ζητοῦσα τὸν Κλώδιον.
待克洛狄乌斯说他正在等候庞培娅的名叫“哈布拉”的侍女——她恰恰就叫这个名字——并因声音而暴露了身份,那侍女立刻尖叫着跳开,奔向灯火和人群,大喊捉住了男人。众妇人惊慌失措,奥莱莉娅下令停止女神的秘仪并将其遮盖起来,自己则命人锁上大门,手持火把在宅内各处搜寻克洛狄乌斯。
εὑρίσκεται δʼ εἰς οἴκημα παιδίσκης ᾗ συνεισῆλθε καταπεφευγώς καὶ γενόμενος φανερὸς ὑπὸ τῶν γυναικῶν ἐξελαύνεται διὰ τῶν θυρῶν, τὸ δὲ πρᾶγμα καὶ νυκτὸς εὐθὺς αἱ γυναῖκες ἀπιοῦσαι τοῖς αὑτῶν ἔφραζον ἀνδράσι, καὶ μεθʼ ἡμέραν ἐχώρει διὰ τῆς πόλεως λόγος ὡς ἀθέσμοις ἐπικεχειρηκότος τοῦ Κλωδίου καὶ δίκην οὐ τοῖς ὑβρισμένοις μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ τοῖς θεοῖς ὀφείλοντος.
结果发现他躲藏在随他一同入宅的那名婢女的房间里,被众妇人揭穿后逐出了大门。当夜妇人们便纷纷离去,将此事告知各自的丈夫;天亮之后,城中传开流言,称克洛狄乌斯图谋不轨,不仅对受辱之人,亦对城邦与诸神欠下了罪责。
ἐγράψατο μὲν οὖν τὸν Κλώδιον εἷς τῶν δημάρχων ἀσεβείας, καὶ συνέστησαν ἐπʼ αὐτὸν οἱ δυνατώτατοι τῶν ἀπὸ τῆς βουλῆς, ἄλλας τε δεινὰς ἀσελγείας καταμαρτυροῦντες καὶ μοιχείαν ἀδελφῆς, ἣ Λευκούλλῳ συνῳκήκει. πρὸς δὲ τὰς τούτων σπουδὰς ὁ δῆμος ἀντιτάξας ἑαυτὸν ἤμυνε τῷ Κλωδίῳ, καὶ μέγα πρὸς τοὺς δικαστὰς ὄφελος ἦν ἐκπεπληγμένους καὶ δεδοικότας τὸ πλῆθος.
于是,保民官之一指控克洛狄乌斯犯有渎神罪,元老院中最有权势者联合起来反对他,指证他其他骇人听闻的放荡行为,以及与嫁给卢库鲁斯的姐姐通奸。然而民众却挺身与这些人的热切攻势相对抗,为克洛狄乌斯辩护,在惊骇且畏惧大众的审判官们面前,这对〔他〕成了极大的助益。
ὁ δὲ Καῖσαρ ἀπεπέμψατο μὲν εὐθὺς τὴν Πομπηΐαν, μάρτυς δὲ πρὸς τὴν δίκην κληθείς οὐδὲν ἔφη τῶν λεγομένων κατὰ τοῦ Κλωδίου γιγνώσκειν. ὡς δὲ τοῦ λόγου παραδόξου φανέντος ὁ κατήγορος ἠρώτησε, πῶς οὖν ἀπεπέμψω τὴν γυναῖκα; ὃτι, ἔφη, τὴν ἐμὴν ἠξίουν μηδὲ ὑπονοηθῆναι.2 ταῦτα οἱ μὲν οὕτω φρονοῦντα τὸν Καίσαρα λέγουσιν εἰπεῖν, οἱ δὲ τῷ δήμῳ χαριζόμενον ὡρμημένῳ σῴζειν τὸν Κλώδιον.
至于凯撒,他虽立即休黜了庞培娅,但在作为证人被传唤出庭时,却宣称对针对克洛狄乌斯的指控一无所知。鉴于这一言论出人意料,控方询问道: “那么,你为何休了妻子?” “因为,”他回答说: “我认为我的妻子应当连嫌疑都不该受到。” 对于这番话,有人说是凯撒出于真心而说,也有人说他是为了讨好一心要拯救克洛狄乌斯的平民大众。
ἀποφεύγει δʼ οὖν τὸ ἔγκλημα τῶν πλείστων δικαστῶν συγκεχυμένοις τοῖς γράμμασι τὰς γνώμας ἀποδόντων, ὅπως μήτε παρακινδυνεύσωσιν ἐν τοῖς πολλοῖς καταψηφισάμενοι μήτε ἀπολύσαντες ἀδοξήσωσι παρὰ τοῖς ἀρίστοις.
无论如何,克洛狄乌斯最终免受定罪,因为大多数审判官将字写得模糊难辨,以此投票,既不致因定罪而置身于平民的危险之中,亦不致因开释他而在贵族面前名誉扫地。
- 10.2περιμένειν μὲν ὅπου κατελείφθη τῷ Κλωδίῳ μὴ καρτεροῦντι, πλανωμένῳ δʼ ἐν οἰκίᾳ μεγάλῃ καὶ περιφεύγοντι τὰ φῶτα προσπεσοῦσα
与格分词短语 τῷ Κλωδίῳ μὴ καρτεροῦντι... πλανωμένῳ δέ... 由后文的主语分词 προσπεσοῦσα(撞见、迎面碰上)所支配。主句主语 [ἡ] τῆς Αὐρηλίας ἀκόλουθος(奥莱莉娅的侍女)在后,构成了长距离的分隔结构(hyperbaton)。不定式 περιμένειν 作 καρτεροῦντι 的补足语,表示“忍受等待”。
- 10.6τὴν ἐμὴν ἠξίουν μηδὲ ὑπονοηθῆναι
在宾格不定式结构中,物主形容词宾格 τὴν ἐμήν 之后省略了名词 γυναῖκα。被动不定式 ὑπονοηθῆναι(被怀疑)受副词 μηδέ(甚至不……)修饰,构成凯撒的名言,意即“我认为我的妻子应当连嫌疑都不该受到”。
