← 普鲁塔克

恺撒传

§8.1-8.4

加图的反驳与平息民怨的粮食配给

恺撒的宽大主张起初获得广泛支持,但在加图与卡图鲁斯的激烈反对下阴谋者最终被判死刑,恺撒在离开时险遭刺杀。针对随后民众对恺撒的拥戴骚乱,加图说服元老院推行月度粮食配给,从而平息了民怨并削弱了即将就任大法官的恺撒的势力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

οὕτω δὲ τῆς γνώμης φιλανθρώπου φανείσης καὶ τοῦ λόγου δυνατῶς ἐπʼ αὐτῇ ῥηθέντος οὐ μόνον οἱ μετὰ τοῦτον ἀνιστάμενοι προσετίθεντο, πολλοὶ δὲ καὶ τῶν πρὸ αὐτοῦ τὰς εἰρημένας γνώμας ἀπειπάμενοι πρὸς τὴν ἐκείνου μετέστησαν, ἕως ἐπὶ Κάτωνα τὸ πρᾶγμα καὶ Κάτλον περιῆλθε, τούτων δὲ νεανικῶς ἐναντιωθέντων, Κάτωνος δὲ καὶ τὴν ὑπόνοιαν ἅμα τῷ λόγῳ συνεπερείσαντος αὐτῷ καὶ συγκατεξαναστάντος ἐρρωμένως, οἱ μὲν ἄνδρες ἀποθανούμενοι1 παρεδόθησαν, Καίσαρι δὲ τῆς βουλῆς ἐξιόντι πολλοὶ τῶν Κικέρωνα φρουρούντων τότε νέων γυμνὰ τὰ ξίφη συνδραμόντες ἐπέσχον. ἀλλὰ Κουρίων τε λέγεται τῇ τηβέννῳ περιβαλὼν ὑπεξαγαγεῖν, αὐτός τε ὁ Κικέρων, ὡς οἱ νεανίσκοι προσέβλεψαν, ἀνανεῦσαι, φοβηθεὶς τὸν δῆμον, ἢ τὸν φόνον ὅλως ἄδικον καὶ παράνομον ἡγούμενος.

这一意见显得宽厚仁慈,而且支持该意见的演说极为有力,以至于在他之后起立发言的人不仅纷纷赞同,连许多在他之前发表过意见的人也放弃了原来的主张,转而附和他的观点,直到议事轮到加图和卡图鲁斯。但他们二人予以了强烈的反对,尤其是加图在演说中同时将嫌疑引向恺撒,并坚决起立与之对抗,于是那些人被交出处以死刑;当恺撒走出元老院时,当时保卫西塞罗的许多青年跑上前来,拔出明晃晃的利剑指向他。然而据说库里奥用托加袍将他裹住并引他离开,而西塞罗本人在那些青年向他望去时也摇了摇头,不知是出于畏惧民众,还是认为这种谋杀完全是不义且非法的。

§8.3

τοῦτο μὲν οὖν οὐκ οἶδα ὅπως ὁ Κικέρων, εἴπερ ἦν ἀληθές, ἐν τῷ περὶ τῆς ὑπατείας οὐκ ἔγραψεν αἰτίαν δὲ εἶχεν ὕστερον ὡς ἄριστα τῷ καιρῷ τότε παρασχόντι κατὰ τοῦ Καίσαρος μὴ χρησάμενος, ἀλλʼ ἀποδειλιάσας τὸν δῆμον ὑπερφυῶς περιεχόμενον τοῦ Καίσαρος, ὅς γε2 καὶ μετʼ ὀλίγας ἡμέρας εἰς τὴν βουλὴν εἰσελθόντος αὐτοῦ καὶ περὶ ὧν ἐν ὑποψίαις ἦν ἀπολογουμένου καὶ περιπίπτοντος θορύβοις πονηροῖς, ἐπειδὴ πλείων τοῦ συνήθους ἐγίγνετο τῇ βουλῇ καθεζομένῃ χρόνος, ἐπῆλθε μετὰ κραυγῆς καὶ περιέστη τὴν σύγκλητον, ἀπαιτῶν τὸν ἄνδρα καὶ κελεύων ἀφεῖναι.

关于此事,假若属实,我不知道西塞罗为何没有在论其执政官任期的著作中写下;但他后来受到了责难,认为他未曾利用当时针对恺撒的绝佳时机,反而畏怯于极端拥护恺撒的民众。事实确是如此,数日之后,恺撒步入元老院,就自己所受的嫌疑进行申辩却遭遇险恶的骚乱时,由于元老院开会的时间比往常更长,民众便高声叫嚷着冲上前来包围了元老院,要求交出此人并命令将其释放。

§8.4

διὸ καὶ Κάτων φοβηθεὶς μάλιστα τὸν ἐκ τῶν ἀπόρων νεωτερισμόν, οἳ τοῦ παντὸς ὑπέκκαυμα πλήθους ἦσαν ἐν τῷ Καίσαρι τὰς ἐλπίδας ἔχοντες, ἔπεισε τὴν σύγκλητον ἀπονεῖμαι σιτηρέσιον αὐτοῖς ἔμμηνον, ἐξ οὗ δαπάνης μὲν ἑπτακόσιαι πεντήκοντα μυριάδες ἐνιαύσιοι προσεγίνοντο τοῖς ἄλλοις ἀναλώμασι, τὸν μέντοι μέγαν ἐν τῷ παρόντι φόβον ἔσβεσε περιφανῶς τὸ πολίτευμα τοῦτο, καὶ τὸ πλεῖστον ἀπέρρηξε τῆς Καίσαρος δυνάμεως καὶ διεσκέδασεν ἐν καιρῷ, στρατηγεῖν μέλλοντος καὶ φοβερωτέρου διὰ τὴν ἀρχὴν ὄντος.3

因此加图也极为畏惧穷困阶层的动乱——这批人把希望寄托在恺撒身上,乃是整个民众阶层的引火之物——他便说服元老院向他们按月分配粮食配给。由此,每年的支出在其他开销之外又增加了七百五十万,然而这一政策显然在当时平息了巨大的恐慌,并在适当时机剥夺并瓦解了恺撒的大部分势力,当时他正将出任大法官,且因这一官职而更加令人生畏。

语法注3 条
  1. 8.2ἀποθανούμενοι

    将来时分词ἀποθανούμενοι与表示交付的被动态动词παρεδόθησαν连用,表达目的(“被交出以处死”)。

  2. 8.3ὅς γε

    关系代词ὅς在语法性上与先行词阳性单数集合名词τὸν δῆμον一致,结合小词γε引出具体的证据或事例,说明民众对恺撒异乎寻常的依恋。

  3. 8.4στρατηγεῖν μέλλοντος καὶ φοβερωτέρου διὰ τὴν ἀρχὴν ὄντος

    属格独立结构,其逻辑主语由前面的属格词组τῆς Καίσαρος δυνάμεως引出(即恺撒本人),置于句末以补充说明当时恺撒即将就任大法官(praetor)并因官职而更具威胁的背景情况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:8.1-8.4