- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:7.1-7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒击败卡图鲁斯等元老要人当选大祭司;随后在喀提林阴谋案的元老院辩论中,他反对死刑,主张将同谋者囚禁于意大利诸城。
ἐν δὲ τούτῳ καὶ Μετέλλου τοῦ ἀρχιερέως τελευτήσαντος καὶ τὴν ἱερωσύνην περιμάχητον οὖσαν Ἰσαυρικοῦ καὶ Κάτλου μετιόντων, ἐπιφανεστάτων ἀνδρῶν καὶ μέγιστον ἐν βουλῇ δυναμένων, οὐχ ὑπεῖξεν αὐτοῖς ὁ Καῖσαρ, ἀλλὰ καταβὰς εἰς τὸν δῆμον ἀντιπαρήγγελλεν.
正值此时,大祭司梅特卢斯去世,伊绍里库斯和卡图鲁斯——元老院中声名最显赫且权力最大的两位人物——都在角逐这一竞争激烈的圣职,恺撒却没有对他们退让,反而走向民众,以竞争候选人的身份参选。
ἀγχωμάλου δὲ τῆς σπουδῆς φαινομένης, ὁ Κάτλος, ἀπὸ μείζονος ἀξίας μᾶλλον ὀρρωδῶν τὴν ἀδηλότητα, προσέπεμψε πείθων ἀποστῆναι τὸν Καίσαρα τῆς φιλοτιμίας ἐπὶ πολλοῖς χρήμασιν. ὁ δὲ καὶ πλείω προσδανεισάμενος ἔφη διαγωνιεῖσθαι.τῆς δʼ ἡμέρας ἐνστάσης καὶ τῆς μητρὸς ἐπὶ τὰς θύρας αὐτὸν οὐκ ἀδακρυτὶ προπεμπούσης, ἀσπασάμενος αὐτήν, ὦ μῆτερ, εἶπε, τήμερον ἢ ἀρχιερέα τὸν υἱὸν ἢ φυγάδα ὄψει.
由于选情势均力敌,卡图鲁斯因自身显赫的名望而愈发畏惧胜负未卜的结果,便派人前往劝说恺撒,许以重金让他退出角逐。恺撒却表示,哪怕借更多的债,他也一定要争夺到底。到了投票的日子,母亲噙着泪送他到门前,他拥抱了母亲说道: “母亲, 今天你看到的儿子,要么成为大祭司,要么沦为流亡者。”
διενεχθείσης δὲ τῆς ψήφου καὶ γενομένης ἁμίλλης ἐκράτησε, καὶ παρέσχε τῇ βουλῇ καὶ τοῖς ἀρίστοις φόβον ὡς ἐπὶ πᾶν θρασύτητος προάξων τὸν δῆμον. ὅθεν οἱ περὶ Πείσωνα καὶ Κάτλον ᾐτιῶντο Κικέρωνα φεισάμενον Καίσαρος ἐν τοῖς περὶ Κατιλίναν λαβὴν παρασχόντος.1
投票展开后,经过一番激烈的竞争,恺撒胜出了,这让元老院和贵族阶层感到恐惧,唯恐他会把民众推向一切极端的大胆妄为。因此,皮索和卡图鲁斯一派便责难西塞罗,认为恺撒在喀提林事件中本已提供了受指控的把柄,西塞罗却放过了他。
ὁ γὰρ δὴ Κατιλίνας οὐ μόνον τὴν πολιτείαν μεταβαλεῖν, ἀλλʼ ὅλην ἀνελεῖν τὴν ἡγεμονίαν καὶ πάντα τὰ πράγματα συγχέαι διανοηθείς αὐτὸς μὲν ἐξέπεσε, περιπταίσας ἐλάττοσιν ἐλέγχοις πρὸ τοῦ τὰς ἐσχάτας αὐτοῦ βουλὰς ἀποκαλυφθῆναι, Λέντλον δὲ καὶ Κέθηγον ἐν τῇ πόλει διαδόχους ἀπέλιπε τῆς συνωμοσίας, οἷς εἰ μὲν κρύφα παρεῖχέ τι θάρσους καὶ δυνάμεως ὁ Καῖσαρ ἄδηλόν ἐστιν, ἐν δὲ τῇ βουλῇ κατὰ κράτος ἐξελεγχθέντων2 καὶ Κικέρωνος τοῦ ὑπάτου γνώμας ἐρωτῶντος περὶ κολάσεως ἕκαστον, οἱ μὲν ἄλλοι μέχρι Καίσαρος θανατοῦν ἐκέλευον, ὁ δὲ Καῖσαρ ἀναστὰς λόγον διῆλθε πεφροντισμένον, ὡς ἀποκτεῖναι μὲν ἀκρίτους ἄνδρας ἀξιώματι καὶ γένει λαμπροὺς οὐ δοκεῖ πάτριον οὐδὲ δίκαιον εἶναι, μὴ μετὰ τῆς ἐσχάτης ἀνάγκης, εἰ δὲ φρουροῖντο δεθέντες ἐν πόλεσι τῆς Ἰταλίας ἃς ἂν αὐτὸς ἕληται Κικέρων, μέχρι οὗ καταπολεμηθῇ Κατιλίνας, ὕστερον ἐν εἰρήνῃ καὶ καθʼ ἡσυχίαν περὶ ἑκάστου τῇ βουλῇ γνῶναι παρέξει.3
因为喀提林不仅图谋变革国制,更意欲彻底摧毁整个帝国并使万事陷入混乱;但在最终图谋被揭露之前,他就因一些较轻微的揭发而受挫,自己逃离了罗马,却留下兰图鲁斯和西塞古斯在城中作为阴谋的继承者。恺撒暗中是否曾向他们提供过鼓励与支持,尚不可知;但在元老院彻底坐实了他们的罪证,执政官西塞罗向每个人征询惩罚意见时,在恺撒之前的其他人都主张处以死刑;恺撒却站起身来,发表了一篇深思熟虑的演说,指出未经审判就处死门第显赫、地位尊贵的人物,若非出于极度迫不得已,既不合乎祖制也不合乎正义;但如果将他们锁拿并在西塞罗亲自选定的意大利各城邑关押看守,直到彻底击败喀提林,日后元老院便能在和平与安宁中对每个人作出决断。
- 7.3λαβὴν παρασχόντος
此句既可看作独立属格结构(“当恺撒提供了受指控的把柄时”),也可视为与前面的属格名词 Καίσαρος 一致的属格分词修饰语。无论取何种句法分析,均从属于 ᾐτιῶντο Κικέρωνα φεισάμενον(“指责西塞罗放过了……的恺撒”),意指尽管恺撒露出了破绽与把柄,西塞罗却未加深究。
- 7.4ἐξελεγχθέντων
此处为省略了逻辑主语的独立属格结构,其逻辑主语承接前句的“兰图鲁斯与西塞古斯”(Λέντλον δὲ καὶ Κέθηγον)或指在罗马被捕的同谋者。在上下文指代明确时,分词的主语代词常被省落。
- 7.5γνῶναι παρέξει
第三人称将来时动词 παρέξει 的主语可理解为无人称用法(“将会使得……”),或由前面的条件从句(εἰ δὲ φρουροῖντο δεθέντες...“若将他们关押看守”)所表述的事实充当。配合与格 τῇ βουλῇ 及不定式 γνῶναι,意为“将使元老院得以作出决断/为元老院提供裁决的机会”。
