- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:6.1-6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒在担任市政官期间暗中将马略的雕像与战利品纪念碑重新树立于卡皮托利乌姆山,赢得了民众的狂热支持,但也招致谋求僭主统治的指控;尽管卡图鲁斯在元老院中对其进行弹劾,恺撒却成功完成自辩并进一步巩固了声望。
δυεῖν δὲ οὐσῶν ἐν τῇ πόλει στάσεων, τῆς μὲν ἀπὸ Σύλλα μέγα δυναμένης, τῆς δὲ Μαριανῆς, ἣ τότε κατεπτήχει καὶ διέσπαστο κομιδῇ ταπεινὰ πράττουσα, ταύτην ἀναρρῶσαι καὶ προσαγαγέσθαι βουλόμενος ἐν ταῖς ἀγορανομικαῖς φιλοτιμίαις ἀκμὴν ἐχούσαις εἰκόνας ἐποιήσατο Μαρίου κρύφα καὶ Νίκας τροπαιοφόρους, ἃς φέρων νυκτὸς εἰς τὸ Καπιτώλιον ἀνέστησεν.
城邦中存在着两个派系:一派源自苏拉,势力强大;另一派则是马略派,当时饱受压抑、四分五裂且处境极为卑微。恺撒意欲复兴此派并将其争取到自己这边,便在市政官的盛大排场达到顶峰之际,秘密制作了马略的塑像以及携带着战利品的胜利女神像,趁夜运往卡皮托利乌姆山并树立起来。
ἅμα δὲ ἡμέρᾳ τοὺς θεασαμένους μαρμαίροντα πάντα χρυσῷ καὶ τέχνῃ κατεσκευασμένα περιττῶς διεδήλου δὲ γράμμασι τὰ Κιμβρικὰ κατορθώματα θάμβος ἔσχε τῆς τόλμης1 τοῦ ἀναθέντος (οὐ γὰρ ἦν ἄδηλος), ταχὺ δὲ περιϊὼν ὁ λόγος ἤθροιζε πάντας ἀνθρώπους πρὸς τὴν ὄψιν·
黎明时分,凡目睹这一切通体金光闪耀、工艺制作极尽精巧——铭文还清晰地彰显出战胜辛布里人的功业——的人们,无不为安奉者的胆魄感到惊叹(因为此人究竟是谁并非秘密),这消息迅速传开,将所有人都聚集前来观览。
ἀλλʼ οἱ μὲν ἐβόων τυραννίδα πολιτεύεσθαι Καίσαρα, νόμοις καὶ δόγμασι κατορωρυγμένας ἐπανιστάντα τιμάς, καὶ τοῦτο πεῖραν ἐπὶ τὸν δῆμον εἶναι προμαλαττόμενον,2 εἰ τετιθάσευται ταῖς φιλοτιμίαις ὑπʼ αὐτοῦ καὶ δίδωσι παίζειν τοιαῦτα καὶ καινοτομεῖν, οἱ δὲ Μαριανοὶ παραθαρρύναντες ἀλλήλους πλήθει τε θαυμαστοὶ ὅσοι3 διεφάνησαν ἐξαίφνης, καὶ κρότῳ κατεῖχον τὸ Καπιτώλιον·
然而一方大声斥责,指责恺撒借由复兴那些已被法律和决议埋葬的荣誉来谋求僭主统治,并且这是对正被预先软化的民众的试探,以此窥视他们是否已被他的豪举所驯服,从而容许他进行这般的胡作非为与除旧布新;马略派则相互激励,突然显现出令人惊异的浩大人数,用喝彩声淹没了卡皮托利乌姆山。
πολλοῖς δὲ καὶ δάκρυα τὴν Μαρίου θεωμένοις ὄψιν ὑφʼ ἡδονῆς ἐχώρει, καὶ μέγας ἦν ὁ Καῖσαρ ἐγκωμίοις αἰρόμενος, ὡς ἀντὶ πάντων ἄξιος εἴη ὁ ἀνὴρ τῆς Μαρίου συγγενείας, συναχθείσης δὲ περὶ τούτων τῆς βουλῆς, Κάτλος Λουτάτιος, ἀνὴρ εὐδοκιμῶν τότε μάλιστα Ῥωμαίων, ἀναστὰς καὶ κατηγορήσας Καίσαρος ἐπεφθέγξατο τὸ μνημονευόμενον· οὐκέτι γὰρ ὑπονόμοις, ἔφη, Καῖσαρ, ἀλλʼ ἤδη μηχαναῖς αἱρεῖ τὴν πολιτείαν. ἐπεὶ δὲ ἀπολογησάμενος πρὸς ταῦτα Καῖσαρ ἔπεισε τὴν σύγκλητον, ἔτι μᾶλλον οἱ θαυμάζοντες αὐτὸν ἐπήρθησαν, καὶ παρεκελεύοντο μηδενὶ τοῦ φρονήματος ὑφίεσθαι4 πάντων γὰρ ἑκόντι τῷ δήμῳ περιέσεσθαι καὶ πρωτεύσειν.
许多人凝望着马略的面容,甚至喜极而泣,恺撒也借着赞誉被极力推崇,被视为比所有人都更有资格承继马略亲族身份的男子。当元老院为此事召集会议时,当时在罗马人中极享盛誉的鲁塔提乌斯·卡图鲁斯站起身来指控恺撒,说出了那句广为流传的名言: “不再是通过地道, 他说, 恺撒如今正在使用攻城器械来攻取国家。” 当恺撒就此进行辩白并说服了元老院后,那些钦佩他的人更是群情振奋,纷纷激励他绝不要在气魄上对任何人退让,因为只要民众甘心顺从,他就必能胜过所有人并居于首位。
- 6.2τοὺς θεασαμένους ... θάμβος ἔσχε τῆς τόλμης
动词 ἔσχε 的主语是 θάμβος,直接宾语是宾格分词 τοὺς θεασαμένους,而 τῆς τόλμης 则是表示情感起因的原因属格。整个句式字面意为:“目睹这一切的人们,被安奉者的胆魄所引发的惊叹所攫住”。
- 6.3προμαλαττόμενον
阳性单数宾格现在被动分词 προμαλαττόμενον 修饰紧邻的 τὸν δῆμον(“正被预先软化的民众”)。由于此并列不定式分句的宾格主语已变为 τοῦτο(τοῦτο πεῖραν ... εἶναι),且句中以 ὑπʼ αὐτοῦ 指代恺撒,因此该分词不与前句的 Καίσαρα 一致,而是修饰 τὸν δῆμον。
- 6.3θαυμαστοὶ ὅσοι
这是由 θαυμαστόν ἐστιν ὅσοι(“其数量之多令人惊叹”)凝缩同化而成的希腊语惯用表达。形容词 θαυμαστοί 顺应了关系代词 ὅσοι 的性、数、格,整体相当于一个修饰语,意为“令人惊异之多数的”或“无数的”。
- 6.4μηδενὶ τοῦ φρονήματος ὑφίεσθαι
中动语态动词 ὑφίεμαι 意为“屈服、退让”,其句法搭配为:退让的对象用与格(此处为 μηδενί,“对任何人”),所放弃或削减的事物用部分属格(τοῦ φρονήματος,“气魄、自尊”)。全句意为“不可对任何人折损/退让自己的气概”。
