← 普鲁塔克

恺撒传

§68.1-68.4

民众暴动与诗人辛纳遇害及刺客出逃

民众因得悉恺撒的遗嘱及目睹其遗体受创而群情激愤,在广场将遗体火化并暴动袭击刺客宅第,诗人辛纳因与同谋者同名惨遭误杀,布鲁图斯与卡西乌斯等人畏惧遂逃离罗马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§68.1

ἐπεὶ δὲ τῶν διαθηκῶν τῶν Καίσαρος ἀνοιχθεισῶν εὑρέθη δεδομένη Ῥωμαίων ἑκάστῳ δόσις ἀξιόλογος, καί τὸ σῶμα κομιζόμενον διʼ ἀγορᾶς ἐθεάσαντο ταῖς πληγαῖς διαλελωβημένον, οὐκέτι κόσμον εἶχεν οὐδὲ τάξιν αὐτῶν τὸ πλῆθος, ἀλλὰ τῷ μὲν νεκρῷ περισωρεύσαντες ἐξ ἀγορᾶς βάθρα καί κιγκλίδας καί τραπέζας ὑφῆψαν αὐτοῦ1 καὶ κατέκαυσαν, ἀράμενοι δὲ δαλοὺς διαπύρους ἔθεον ἐπὶ τὰς οἰκίας τῶν ἀνῃρηκότων ὡς καταφλέξοντες, ἄλλοι δὲ ἐφοίτων πανταχόσε τῆς πόλεως συλλαβεῖν καί διασπάσασθαι τοὺς ἄνδρας ζητοῦντες.

然而,当恺撒的遗嘱被开启,发现有可观的赠金赐予每一位罗马人,且众人目睹他的遗体被抬经广场、受创伤严重毁损时,人群再也无法保持秩序与克制;他们从广场上将长凳、栏杆与桌案堆积在尸体周围,当场纵火焚化,又拿起燃烧的火把奔向刺客们的住宅企图将其付之一炬,另有一些人则穿行于城中各处,搜寻并企图捉拿那些人并将其撕成碎片。

§68.2

οἷς ἐκείνων μὲν οὐδεὶς ἀπήντησεν, ἀλλὰ εὖ πεφραγμένοι πάντες ἦσαν. Κίννας δέ τις τῶν Καίσαρος ἑταίρων ἔτυχε μὲν, ὥς φασι, τῆς παρῳχημένης νυκτὸς ὄψιν ἑωρακὼς ἄτοπον ἐδόκει γὰρ ὑπὸ Καίσαρος ἐπὶ δεῖπνον καλεῖσθαι, παραιτούμενος δὲ ἄγεσθαι τῆς χειρὸς ὑπʼ αὐτοῦ μὴ βουλόμενος, ἀλλʼ ἀντιτείνων. ὡς δʼ ἤκουσεν ἐν ἀγορᾷ τὸ σῶμα καίεσθαι τοῦ Καίσαρος, ἀναστὰς ἐβάδιζεν ἐπὶ τιμῇ, καίπερ ὑφορώμενός τε τὴν ὄψιν ἅμα καί πυρέττων.

刺客中却无一人与他们遭遇,而是全都防备严密。据说,恺撒的朋友中有一个叫辛纳的人,恰好在前一夜做了一个离奇的梦:他似乎被恺撒邀请赴宴,当他推辞时,恺撒不顾他的不情愿和反抗,拉着他的手往前带。当他听说恺撒的遗体正在广场上被焚化时,尽管既对那梦象心存疑惧,又在发着高烧,还是起身走去致意。

§68.3

καί τις ὀφθέντος αὐτοῦ τῶν πολλῶν ἔφρασεν ἑτέρῳ τοὔνομα πυνθανομένῳ, κἀκεῖνος ἄλλῳ, καί διὰ πάντων εὐθὺς ἦν ὡς2 οὗτός ἐστιν ὁ ἀνὴρ τῶν ἀνῃρηκότων Καίσαρα καί γὰρ ἦν τις ὁμώνυμος ἐκείνῳ Κίννας ἐν τοῖς συνομοσαμένοις, ὃν τοῦτον εἶναι προλαβόντες3 ὥρμησαν εὐθὺς καί διέσπασαν ἐν μέσῳ τὸν ἄνθρωπον.

当他被看见时,群众中有一人将他的名字告诉了另一位询问者,那人又转告另一人,很快在所有人当中便传开了:此人就是杀害恺撒者之一;原来在同谋者中确有一人与他同名,也叫辛纳,众人先入为主地认为此人便是那个刺客,随即猛冲上去,当场将那人撕成了碎片。

§68.4

τοῦτο μάλιστα δείσαντες οἱ περὶ Βροῦτον καί Κάσσιον οὐ πολλῶν ἡμερῶν διαγενομένων ἀπεχώρησαν ἐκ τῆς πόλεως, ἃ δὲ καί πράξαντες καί παθόντες ἐτελεύτησαν, ἐν τοῖς περὶ Βροῦτον γέγραπται.

布鲁图斯与卡西乌斯一派对此深感恐惧,未出数日便撤离了该城。至于他们生前所做何事、遭受何种遭遇以致身亡,已在《布鲁图斯传》中有所记载。

语法注3 条
  1. 68.1ὑφῆψαν αὐτοῦ

    αὐτοῦ 在词形上虽与第三人称代词 αὐτός 的属格相同,但主动态动词 ὑφάπτω(“从下方点火”)支配宾格而非属格宾语(前文的与格 τῷ νεκρῷ 依附于 περισωρεύσαντες,而 ὑφῆψαν 与 κατέκαυσαν 的宾语由上下文承前省略),故此处的 αὐτοῦ 是表示“当场、就在该处”的地点副词。

  2. 68.3διὰ πάντων εὐθὺς ἦν ὡς

    带有介词短语 διὰ πάντων 的习惯用法,意为“……的传闻/话语立即传遍所有人”。此处可视为省略了主语 λόγος 或 φήμη 的非人称表达。

  3. 68.3ὃν τοῦτον εἶναι προλαβόντες

    带不定词的双重宾格结构(宾语+宾语补足语)。关系代词 ὃν 指代前述密谋者辛纳,指示代词 τοῦτον 指眼前之人:“预先断定此人(τοῦτον)便是那人(ὃν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:68.1-68.4