- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:67.1-67.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒遇刺后,元老院与民众陷入恐慌,刺客们则集结登上卡比托利欧山宣告自由。次日,经布鲁图斯等人演说与元老院斡旋,通过尊奉恺撒为神并授予刺客职位达成了暂时的政治妥协。
Κατειργασμένου δὲ τοῦ ἀνδρός ἡ μὲν γερουσία, καίπερ εἰς μέσον ἐλθόντος Βρούτου ὥς τι περὶ τῶν πεπραγμένων ἐροῦντος,1 οὐκ ἀνασχομένη διὰ θυρῶν ἐξέπιπτε καὶ φεύγουσα κατέπλησε ταραχῆς καὶ δέους ἀπόρου τὸν δῆμον, ὥστε τοὺς μὲν οἰκίας κλείειν, τοὺς δὲ ἀπολείπειν τραπέζας καὶ χρηματιστήρια, δρόμῳ δὲ χωρεῖν τοὺς μὲν ἐπὶ τὸν τόπον ὀψομένους τὸ πάθος, τοὺς δὲ ἐκεῖθεν ἑωρακότας.2
该人既已被诛灭,元老院议员们尽管见布鲁图斯走上前台仿佛要就所行之事发表演讲,却片刻不留地夺门狂奔而出,四散奔逃中使民众陷入了惊惶与无措的绝望之中;以至于有人紧闭门户,有人弃置了钱台与作坊,有人奔跑着前去案发地观看这场惨祸,有人则在目睹之后从那里逃散。
Ἀντώνιος δὲ καὶ Λέπιδος οἱ μάλιστα φίλοι Καίσαρος ὑπεκδύντες εἰς οἰκίας ἑτέρας κατέφυγον. οἱ δὲ περὶ Βροῦτον, ὥσπερ ἦσαν ἔτι θερμοὶ τῷ φόνῳ, γυμνὰ τὰ ξίφη δεικνύντες, ἅμα πάντες ἀπὸ τοῦ βουλευτηρίου συστραφέντες ἐχώρουν εἰς τὸ Καπιτώλιον, οὐ φεύγουσιν ἐοικότες, ἀλλὰ μάλα φαιδροὶ καὶ θαρραλέοι, παρακαλοῦντες ἐπὶ τὴν ἐλευθερίαν τὸ πλῆθος καὶ προσδεχόμενοι τοὺς ἀρίστους τῶν ἐντυγχανόντων.
安东尼与雷必达这两位恺撒最亲密的朋友悄悄潜出,逃避到他人的宅第中。而布鲁图斯一派的人,恰如他们当时那般仍带着杀戮的余温,手示出鞘的利剑,齐聚一处自元老院一同登上卡比托利欧山,他们不仅毫无逃亡之态,反而面容光彩、意气风发,向群众号召自由,并接纳遇见的显贵之士。
ἔνιοι δὲ καὶ συνανέβαινον αὐτοῖς καὶ κατεμίγνυσαν ἑαυτούς ὡς μετεσχηκότες τοῦ ἔργου καὶ προσεποιοῦντο τὴν δόξαν, ὧν ἦν καὶ Γάϊος Ὀκτάουϊος καὶ Λέντλος Σπινθήρ. οὗτοι μὲν οὖν τῆς ἀλαζονείας δίκην ἔδωκαν ὕστερον ὑπὸ Ἀντωνίου καὶ τοῦ νέου Καίσαρος ἀναιρεθέντες καὶ μηδὲ τῆς δόξης, διʼ ἣν ἀπέθνῃσκον, ἀπολαύσαντες ἀπιστίᾳ τῶν ἄλλων, οὐδὲ γὰρ οἱ κολάζοντες αὐτοὺς τῆς πράξεως, ἀλλὰ τῆς βουλήσεως τὴν δίκην ἔλαβον.3
甚至有些人也跟着他们一同上去并混入其中,佯装曾参与此举以沽名钓誉,盖乌斯·屋大维乌斯与伦图卢斯·斯平特尔便在其中。这些人后来因此虚骄而付出了代价,被安东尼与年轻的恺撒所杀,且因众人的不信,他们甚至未能享受到为此丧命的虚名;盖因连惩治他们的人也并非因其行径,而是因其意图而予以惩罚的。
μεθʼ ἡμέραν δὲ τῶν περὶ Βροῦτον κατελθόντων καὶ ποιησαμένων λόγους, ὁ μὲν δῆμος οὔτε δυσχεραίνων οὔτε ὡς ἐπαινῶν τὰ πεπραγμένα τοῖς λεγομένοις προσεῖχεν, ἀλλʼ ὑπεδήλου τῇ πολλῇ σιωπῇ Καίσαρα μὲν οἰκτείρων, αἰδούμενος δὲ Βροῦτον, ἡ δὲ σύγκλητος ἀμνηστίας τινὰς καὶ συμβάσεις πράττουσα πᾶσι Καίσαρα μὲν ὡς θεὸν τιμᾶν ἐψηφίσατο καὶ κινεῖν μηδὲ τὸ μικρότατον ὧν ἐκεῖνος ἄρχων ἐβούλευσε, τοῖς δὲ περὶ Βροῦτον ἐπαρχίας τε διένειμε καὶ τιμὰς ἀπέδωκε πρεπούσας, ὥστε πάντας οἴεσθαι τὰ πράγματα κατάστασιν ἔχειν καὶ σύγκρασιν ἀπειληφέναι τὴν ἀρίστην.
次日,布鲁图斯等人下山发表演说,民众倾听其言辞,既非愤恨,亦非赞许所行之事,而是在深沉的静默中微露其情,既怜悯恺撒,又敬畏布鲁图斯;元老院则为各方促成某种特赦与和解,投票决定将恺撒作为神明予以尊奉,并对他在位时所裁决的事务丝毫不加更动,同时为布鲁图斯等人划分行省并授予适当的荣誉,以致人人都以为政局已归于安定,并达成了最佳的调和。
- 67.1ὥς τι περὶ τῶν πεπραγμένων ἐροῦντος
属格独立结构(Βρούτου ἐλθόντος)下接 ὡς 连同将来时分词(ἐροῦντος),表示表面上的意图或目的(“仿佛要就……发表演说”)。
- 67.1δρόμῳ δὲ χωρεῖν τοὺς μὲν ἐπὶ τὸν τόπον ὀψομένους τὸ πάθος, τοὺς δὲ ἐκεῖθεν ἑωρακότας
在由 ὥστε 引导的结果从句中,不定式 χωρεῖν 的宾格主语由 τοὺς μέν ... τοὺς δέ 分立。其修饰分词形成鲜明对照:将来时分词 ὀψομένους 表目的(“去观看”),而完成时分词 ἑωρακότας 表完成(“已经目睹”)。
- 67.3οὐδὲ γὰρ οἱ κολάζοντες αὐτοὺς τῆς πράξεως, ἀλλὰ τῆς βουλήσεως τὴν δίκην ἔλαβον
属格 τῆς πράξεως 与 τῆς βουλήσεως 作成语 δίκην λαμβάνειν(处罚、惩治)的罪名/原因属格,构成“非因其行径,而是因其意向”的对比。
