- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:69.1-69.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节总结了恺撒的享年及其短暂的专制统治,继而叙述了他的复仇守护神对刺客的追剿、各种天象凶兆,以及在腓立比战役中遭遇恶灵并最终身亡的卡西乌斯与布鲁图斯的结局。
θνῄσκει δὲ Καῖσαρ τὰ μὲν πάντα γεγονὼς ἔτη πεντήκοντα καὶ ἕξ, Πομπηΐῳ δʼ ἐπιβιώσας οὐ πολὺ πλέον ἐτῶν τεσσάρων, ἣν δὲ τῷ βίῳ παντὶ ἀρχὴν καὶ δυναστείαν διὰ κινδύνων τοσούτων διώκων μόλις κατειργάσατο, ταύτης1 οὐδὲν ὅτι μὴ2 τοὔνομα μόνον καὶ τὴν ἐπίφθονον καρπωσάμενος δόξαν παρὰ τῶν πολιτῶν.
恺撒去世时总共活了五十六岁,他在庞培死后仅多活了四年余;他用一生的时间、历经如此多的凶险所追逐并艰难夺得的统治权与霸业,除了区区虚名和在公民中所招致的嫉恨声誉之外,他未得任何实惠。
ὁ μέντοι μέγας αὐτοῦ δαίμων, ᾧ παρὰ τὸν βίον ἐχρήσατο, καὶ τελευτήσαντος ἐπηκολούθησε τιμωρὸς τοῦ φόνου, διά τε γῆς πάσης καὶ θαλάττης ἐλαύνων καὶ ἀνιχνεύων ἄχρι τοῦ μηδένα λιπεῖν τῶν ἀπεκτονότων, ἀλλὰ καὶ τοὺς καθʼ ὁτιοῦν ἢ χειρὶ τοῦ ἔργου θιγόντας ἢ γνώμης μετασχόντας ἐπεξελθεῖν.
然而,他生前所依凭的伟大守护神,在他死后依然作为血仇的复仇者追随不舍,在所有的陆地和海洋上驱逐并追踪,直至没有漏掉任何一个行刺者,甚至将凡是在任何程度上亲手参与此事或参与谋划的人都追讨殆尽。
θαυμασιώτατον δὲ τῶν μὲν ἀνθρωπίνων τὸ περὶ Κάσσιον ἡττηθεὶς γὰρ ἐν Φιλίπποις ἐκείνῳ τῷ ξιφιδίῳ διέφθειρεν ἑαυτὸν ᾧ κατὰ Καίσαρος ἐχρήσατο τῶν δὲ θείων ὅ τε μέγας κομήτης ἐφάνη γὰρ ἐπὶ νύκτας ἑπτὰ μετὰ τὴν Καίσαρος σφαγὴν διαπρεπής, εἶτα ἠφανίσθη καὶ τὸ περὶ τὸν ἥλιον ἀμαύρωμα τῆς αὐγῆς.
在人事的方面,最令人称奇的是关于卡西乌斯的事:他在腓立比战败后,正是用刺杀恺撒的那把短剑自尽身亡;在天象方面,最奇特的则是那颗大彗星——它在恺撒遇刺后连续七夜光耀夺目地出现,随后消失——以及日光辉泽的暗淡。
ὅλον γὰρ ἐκεῖνον τὸν ἐνιαυτὸν ὠχρὸς μὲν ὁ κύκλος καὶ μαρμαρυγὰς οὐκ ἔχων ἀνέτελλεν, ἀδρανὲς δὲ καὶ λεπτὸν ἀπʼ αὐτοῦ κατῄει τὸ θερμόν, ὥστε τὸν μὲν ἀέρα δνοφερὸν καὶ βαρὺν ἀσθενείᾳ τῆς διακρινούσης αὐτὸν ἀλέας ἐπιφέρεσθαι, τοὺς δὲ καρποὺς ἡμιπέπτους καὶ ἀτελεῖς ἀπανθῆσαι καὶ παρακμάσαι διά τὴν ψυχρότητα τοῦ περιέχοντος.
因为整整那一年,日轮升起时皆苍白而无光华,从中落下的热量微弱而稀薄,以致空气因化解它的温气不足而显得昏暗阴沉,果实也因周围大气的寒冷而在半熟和未成熟的状态下凋谢枯萎。
μάλιστα δὲ τὸ Βρούτῳ γενόμενον φάσμα τὴν Καίσαρος ἐδήλωσε σφαγὴν οὐ γενομένην θεοῖς ἀρεστήν ἦν δὲ τοιόνδε. μέλλων τὸν στρατὸν ἐξ Ἀβύδου διαβιβάζειν εἰς τὴν ἑτέραν ἤπειρον ἀνεπαύετο νυκτὸς, ὥσπερ εἰώθει, κατὰ σκηνήν, οὐ καθεύδων, ἀλλὰ φροντίζων περὶ τοῦ μέλλοντος λέγεται γὰρ οὗτος ἁνὴρ ἥκιστα δὴ τῶν στρατηγῶν ὑπνώδης γενέσθαι καὶ πλεῖστον ἑαυτῷ χρόνον ἐγρηγορότι χρῆσθαι πεφυκώς·
最能表明杀害恺撒之事不合神意的,是布鲁图斯所遇见的幽灵。事情经过如下:当他准备将军队从阿比多斯运往另一大陆时,夜间如往常一样在营帐中歇息,并非熟睡,而是在思虑未来;因为据说此人在诸位将领中最不嗜睡,生性在最长的时间里运用清醒的自己。
ψόφου δέ τινος αἰσθέσθαι περὶ τὴν θύραν ἔδοξε, καὶ πρός τὸ τοῦ λύχνου φῶς ἤδη καταφερομένου σκεψάμενος ὄψιν εἶδε φοβερὰν ἀνδρὸς ἐκφύλου τὸ μέγεθος καὶ χαλεποῦ τὸ εἶδος, ἐκπλαγεὶς δὲ τὸ πρῶτον, ὡς ἑώρα μήτε πράττοντά τι μήτε φθεγγόμενον, ἀλλὰ ἑστῶτα σιγῇ παρὰ τὴν κλίνην, ἠρώτα ὅστίς ἐστιν.
他似乎察觉到帐门周围有某种响动,便朝那已渐熄灭的灯光望去,看见一个体型硕大、相貌可怖的男人的可怖幻影。起初他大为震惊,但见那幻影既无所举动,亦不出声,只是静静立在床榻旁,便询问他是谁。
ἀποκρίνεται δʼ αὐτῷ τὸ φάσμα ὁ σὸς, ὦ Βροῦτε, δαίμων κακός ὄψει δέ με περὶ Φιλίππους. τότε μὲν οὖν ὁ Βροῦτος εὐθαρσῶς, ὄψομαι, εἶπε καὶ τὸ δαιμόνιον εὐθὺς ἐκποδὼν ἀπῄει. τῷ δʼ ἱκνουμένῳ χρόνῳ περὶ τοὺς Φιλίππους ἀντιταχθεὶς Ἀντωνίῳ καὶ Καίσαρι τῇ μὲν πρώτῃ μάχῃ κρατήσας τὸ καθʼ ἑαυτὸν ἐτρέψατο καὶ διεξήλασε πορθῶν τὸ Καίσαρος στρατόπεδον, τὴν δὲ δευτέραν αὐτῷ μάχεσθαι μέλλοντι φοιτᾷ τὸ αὐτὸ φάσμα τῆς νυκτὸς αὖθις, οὐχ ὥστε τι προσειπεῖν, ἀλλὰ συνεὶς ὁ Βροῦτος τὸ πεπρωμένον ἔρριψε φέρων ἑαυτὸν3 εἰς τὸν κίνδυνον. οὐ μὴν ἔπεσεν ἀγωνιζόμενος, ἀλλὰ τῆς τροπῆς γενομένης ἀναφυγὼν πρός τι κρημνῶδες καὶ τῷ ξίφει γυμνῷ προσβαλὼν τὸ στέρνον, ἅμα καὶ φίλου τινὸς, ὥς φασι, συνεπιρρώσαντος τὴν πληγήν, ἀπέθανεν.
那幽灵回答他: “布鲁图斯,我是你的恶灵;你将在腓立比见到我。” 当时布鲁图斯泰然自若地说道: “我会见到的。” 那恶灵随即离去。当既定的时刻到来,他在腓立比一带列阵对抗安东尼与恺撒,在第一场战役中取得胜利,击溃了当面之敌,并纵马穿过、洗劫了恺撒的营地;然而当他准备进行第二场交战时,同一个幽灵在夜间再次造访,虽未开口言语,但布鲁图斯领悟了自己的宿命,遂奋不顾身地冲入险境。不过他并未在交战中倒下,而是在败局已定时逃往一处险峭之地,将胸膛迎向出鞘的利剑,据说同时有一位友人合力刺入那一击,他便死去了。
- 69.1ἣν δὲ τῷ βίῳ παντὶ ἀρχὴν καὶ δυναστείαν διὰ κινδύνων τοσούτων διώκων μόλις κατειργάσατο, ταύτης
名词 ἀρχὴν καὶ δυναστείαν 随同关系代词 ἣν 被纳入关系从句中(先行词卷入/吸引),而在主句中由指示代词 ταύτης 加以承接复指。句子的核心结构为 ταύτης [τῆς ἀρχῆς] οὐδὲν καρπωσάμενος。
- 69.1οὐδὲν ὅτι μὴ
带有 ὅτι μή(除……之外)的固定短语,意为“除……之外什么也没有”(相当于拉丁语的 nihil nisi)。此处它与随后的宾格短语 τοὔνομα μόνον 以及 τὴν ἐπίφθονον ... δόξαν 配合,作分词 καρπωσάμενος 的宾语。
- 69.8ἔρριψε φέρων ἑαυτὸν
现在分词 φέρων 与动词(此处为 ἔρριψε)结合使用的惯用表达,表示动作的猛烈与仓促,意为“奋不顾身地扑向/冲入”。
